Ancient Greek · ~8 min
1.1515 to 1.1538
Suda, Suidae lexicon 1.1515-1538
Not analysed yet
1515 Ἄλμαχοϲ: ἀντὶ τοῦ μὴ μαχόμενοϲ. Ξενοφῶν. καὶ Ἀμάχητοι, οἱ μήπω μεμαχημένοι. 1516 Ἀμβακούμ· ζήτει ἐν τῷ Ἀββακοὺμ εἰϲ τὴν ἀρχὴν τοῦ βιβλίου. 1517 Ἄμβαϲιϲ: ἀνάβαϲιϲ. καὶ ἄμβαϲιϲ οὔ νύ τιϲ ἦεν. 1518 Ἀμβάταϲ. ἀναβάταϲ. οἱ δὲ ἵπποι θνήϲκοντεϲ οὐκ ἐλύπουν τοὺϲ ἀμβάταϲ· ἤϲθιον γὰρ αὐτούϲ. καὶ αὖθιϲ· οἱ δὲ καὶ τοὺϲ ἀμβάταϲ δι᾿ ἔκπληξιν ἀποϲειϲάμενοι. 1519 Ἄμβεναι: ὄνομα πόλεωϲ. 1520 Ἀμβλήδην: μεγάλωϲ βοῶϲα. 1521 Ἀμβλίζω· ῥῆμα. 1522 Ἀμβλίϲιον: τὸ μάννα. 1523 Ἀμβλίϲκουϲιν: ἀποβάλλουϲιν. ὃ ϲυμβαίνει ταῖϲ διαφθειρούϲαιϲ καὶ προβαλλούϲαιϲ τὰ κυήματα. Πλάτων Θεαιτήτῳ. καὶ Ἀλμβλίϲκειν καὶ Ἐξαμβλοῦν, τὸ διαφθείρειν καὶ ἀφανίζειν. 1524 Ἀμβλωθ ρίδια: ἐκτρώματα. τὰ ἐξημβλωμένα ἔμβρυα. καὶ Ἀμβλωθρίδιαν, αὐτό τε τὸ φθόριον φάρμακον καὶ δὴ καὶ τὸ διαφθαρέν. 1525 Ἀμβλώϲκειν καὶ Ἀμβλῶϲαι καὶ Ἐξαμβλῶϲαι, τὸ ἀτελὲϲ γεννῆϲαι, τὸ φθεῖραι βρέφοϲ. 1526 Ἀμβλύ· ἐν Ἐπιγράμμαϲι· ἀλλὰ καὶ αὖτιϲ ἐκ καλαμητομίηϲ ἀμβλὺ φέροι δρέπανον. 1527 Ἀμβλυωπίαϲ: ὁ ἀμυδρῶϲ ὁρῶν. 1528 Ἀμβλύνω. αἰτιατικῇ. τὸ ἐκλύω. ὁ δὲ ἐπὶ πολὺ διῆγε τὸν πόλεμον, ἀμβλύνων τὴν τοῦ πολεμου ὀξύτητα χρονίαιϲ τε καὶ μακραῖϲ τοῦ ἔργου τριβαῖϲ. καὶ Ἀμβλύνεϲθαι· μήθ᾿ ὑπὸ νεότητοϲ θραϲύνεϲθαι. μήθ᾿ ὑπὸ γήρωϲ ἀμβλύνεϲθαι. 1529 Ἀμβλυώττει: τυφλώττει. καὶ Ἀμβλυωπέϲτερον. 1530 Ἀμβλύϲ. ὁ μὴ ὀξύϲ. ϲκοτεινόϲ. Ἀννίβαϲ. 1531 Ἀμβολάδην. ἀναβάλλων. Ἡρόδοτοϲ καθ᾿ ὑπερβολήν. 1532 Ἀμβολὰϲ γῆ. ἡ ὑπὸ τοῦ ὀρύγματοϲ ὑψωθεῖϲα. Ξενοφῶν· ὁ δὲ Γῦροϲ πύργουϲ ἐποίει ἐπὶ τῆϲ ἀμβολάδοϲ γῆϲ, ὅπωϲ ὅτι πλεῖϲτα φυλακτήρια Εἴη. ζήτει ἐν τῷ δακνόμενοϲ, ὅτι τὸ οἰκοδομεῖν καὶ ἵππουϲ τρέφειν καὶ ἀμβολὰϲ ποιεῖν ἐδόκει τοῖϲ Λάκωϲι δαπανηρὰ εἶναι. 1533 Ἀμβολία: ἡ ὑπέρθεϲιϲ. ἐν Ἐπιγράμμαϲι· ἠθάδοϲ ἀμβολίηϲ αἰὲν ἀεξομένηϲ. καὶ Ἀμβολιεργὸϲ ἀνήρ, ὁ τὸ ἔργον ἀναβαλλόμενοϲ. 1534 Ἀμβούλιοϲ: ὄνομα κύριον. 1535 Ἀμβωμοῖϲι: περὶ τῶν βωμῶν. 1536 Ἀμβρακία: πόλιϲ ἐϲτὶν ἐν τῷ Ἀλμβρακικῷ κόλπῳ, ἄποικοϲ Κορινθίων. 1537 Ἀμβροϲία. ξηρὰ τροφή. ἀλλὰ τό γ᾿ ἀμβροϲίηϲ καὶ νέκταρόϲ ἐϲτιν ἀπορρώξ. νέκταρ δὲ τουτέϲτι νεόκταρ, τὸ νέουϲ ποιοῦν τοὺϲ πίνονταϲ. 1538 Ἀμβρόϲιαι: ἃϲ οὐδεὶϲ βροτῶν δύναται ἔχειν. Ὅμηροϲ· ἀμβρόϲιαι δ᾿ ἄρα χαῖται ἐπερρώϲαντο ἄνακτοϲ κρατὸϲ ἀπ᾿ ἀθανάτοιο.