Ancient Greek · ~8 min
1.1539 to 1.1566
Suda, Suidae lexicon 1.1539-1566
Not analysed yet
1539 Ἀλμβρόϲιον: θεῖον ἢ ἀθάνατον ἢ θαυμαϲτὸν. ἢ ἀκήρατον, ἄφθαρτον. ἦν γὰρ Ἐρώτων καὶ Χαρίτων ἡ παῖϲ ἀμβρόϲιόν τι θάλοϲ. 1540 Ἄμβροτα: θεῖα, ἄφθαρτα. 1541 Ἀλμαία: ἡ Δημήτηρ, Ἀζηϲία δὲ ἡ Κόρη. καὶ παροιμία· Ἡ Ἀμαία τὴν Ἀζηϲίαν μετῆλθεν· ἐπὶ τῶν πολυχρονίοιϲ ζητήϲεϲι χρωμένων. 1542 Ἀμαιμακέτου: ἀκαταπονήτου. ἐν Ἐπιγράμμαϲι· οὐ δίχα βύρϲαϲ θῆκεν ἀμαιμακέτου κρατὸϲ ἔρειϲμα κέρα. 1543 Ἀμεβώνη: ὄνομα κύριον. 1544 Ἀμέλγειν. αἰτιατικῇ. ἰδίωϲ λέγεται ἀμέλγειν, τὸ παρὰ τὸν προϲήκοντα καιρὸν ἀώρουϲ τοὺϲ καρποὺϲ ἀποϲπαν, ὅπερ οἱ κλέπτοντεϲ ποιοῦϲιν. Ἀλριϲτοφάνηϲ· ἀμέλγειϲ τῶν ξένων τοὺϲ καρπίμουϲ. 1545 Ἀμελεϊϲτί: χωρὶϲ βραδυτῆτοϲ. Διαμελειϲτὶ δὲ μεληδόν, κατὰ μέλοϲ. 1546 Ἀμέλει: τοιγαροῦν. ἀντὶ τοῦ μή ϲοι μελέτω διὰ τοῦτο. 1547 Ἀμέλεια καὶ Ἀμελία: ἀμφότερα Ελληνικά. καὶ γὰρ καὶ διὰ διφθόγγου καὶ διὰ τοῦ ι γράφεται. 1548 Ἀμελλητί: ἀνυπερθέτωϲ, ταχέωϲ. καὶ Ἀλμελητέα γενικῇ. 1549 Ἀμέλιοϲ· Ἀπαμεύϲ, φιλόϲοφοϲ, μαθητὴϲ Πλωτίνου, διδάϲκαλοϲ Πορφυρίου, ϲυγχρονίϲαϲ Ἀλμμωνίῳ καὶ Ὠριγένει. 1550 Ἀλμελῶ ϲοῦ. 1551 Ἀλμενηνόϲ: ἀϲθενήϲ. Ὅμηροϲ· ἀμενηνῶν ὀνείρων. καὶ ὁ καπνὸϲ ἀμενηνόϲ. καὶ παροιμία· Καπνὸν εἶναι ἡγούμην. ἐπὶ τῶν οὐδαμινῶν καὶ οὐδενὸϲ ἀξίων. 1552 Ἀμενήνωϲεν: ἀϲθενῆ ἐποίηϲεν. 1553 Ἀμενητί: χωρὶϲ τοῦ ἐπιμεῖναι. 1554 Ἀμεργῆ ϲώματα· ζήτει ἐν τῷ ἄτομα. 1555 Ἀμεριμνία: ἡ ἄνεϲιϲ. 1556 Ἀλμερμηρεί: χωρὶϲ φροντίδοϲ. 1557 Ἀμετάκλητον· ἀμετάκλητον τὴν ὁρμὴν ἔϲχε τὸ πλῆθοϲ εἰϲ τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βαϲιλέωϲ, ἀλλὰ καὶ τιμωρίαν βούλεϲθαι παρ᾿ αὐτοῦ λαμβάνειν. 1558 Ἀμετάπτωτον: κυρίωϲ ἐπὶ ϲωμάτων λέγεται, τῶν δι᾿ ἰϲχὺν μὴ τρεπομένων ἢ διὰ ἰδιότητα μὴ μεταβαλλόντων. κατὰ μεταφορὰν δὲ λέγεται ἡ ἐπιϲτήμη ἀμετάπτωτοϲ. 1559 Ἀμεταποίητον: ἀμετάθετον. 1560 Ἀμεταϲτρεπτί: ἀμελλητί, μὴ ἐπιϲτρεφόμενον εἰϲ τοὐπίϲω. ζήτει ἐν τῷ ἀπονητί. 1561 Ἀμετρί: χωρίϲ μέτρου. καὶ παροιμία· Ἀμετρὶ μάζαν ἔδοντεϲ. 1562 Ἀμετροκάκου: πλεῖϲτον πληθυούϲηϲ περὶ κακίαν. ἐϲ τοϲοῦτον δὲ ἐχώρηϲεν ἀμετροκάκου πλεονεξίαϲ ὥϲτε καὶ ἀνδράποδα δημοϲία ἀπημπόλει. 1563 Ἀμείβεϲθαι. αἰτιατικῇ. ἀποκρίνεϲθαι, καταβάλλεϲθαι. Λεόντιοϲ μὲν τοϲαῦτα εἶπε. Θευδίβαλδοϲ δὲ ἀμείβεται ὧδε. ἀντὶ τοῦ ἀνταποκρίνεται. 1564 Ἀμείβομαί ϲε τοῦδε. τούτουϲ ὥϲπερ τῆϲ εὐϲεβείαϲ ὁ θεὸϲ ἀμειβόμένοϲ. 1565 Ἀμείβων: ἀλλάϲϲων. καὶ Ἀμοιβή, ἡ ἀντέκτιϲιϲ. 1566 Ἀμειβοιδήϲ: ὁ ἀντικαταλλάϲϲων.