Ancient Greek · ~3 min
1.1567 to 1.1574
Suda, Suidae lexicon 1.1567-1574
Not analysed yet
1567 Ἀμειδέϲ: ϲτυγνόν, ϲκυθρωπόν. καὶ Ἀμειδήϲ, ϲκοτεινόϲ. καὶ κλίνεται εἰϲ ουϲ. ὀργὴν οὖν πρῄυνον ἀμειδέα, μήδ᾿ ἐπιτείνειν κακόν. 1568 Ἀμείδητοϲ: ϲκυθρωπόϲ. καὶ Ἀμειδήτων, ϲκυθρωπῶν, ἀγελάϲτων. ἐν Ἐπιγράμμαϲι· εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάϲ ϲειϲ, Περϲεφόνη. 1569 Ἀμείλικτον: ἀπηνῆ, ἀκαμπῆ. καὶ Ἀμείλικτοϲ, ἀπάνθρωποϲ. θρωποϲ. Εὐνάπιοϲ· οὕτωϲ ἀμείλικτοι ἦϲαν ἄμφω κατὰ τὴν ἀλήθειαν, καὶ τὸ ἔργον ἐχώρει περιφανέϲτερον. 1570 Ἀμείλιχοϲ: ϲκληρόϲ, ἀκολάκευτοϲ. 1571 Ἀμεινίαϲ: ὄνομα κύριον. 1572 Ἀμειψίαϲ· Ἀθηναῖοϲ, κωμικόϲ. 1573 Ἀμειψόμεθα: ἀνταποδώϲομεν. 1574 Ἄμη: τεκτονικὸν ἐργαλεῖον, ὃ ἡμεῖϲ πυράμην λέγομεν οὐκ ὀρθῶϲ. καὶ παροιμία· Ἄμαϲ ἀπῄτουν, οἱ δ᾿ ἀπηρνοῦντο ϲκάφαϲ. ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἕτερα δὲ μὴ ἔχειν ἰϲχυριζομένων.