Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.165
Not analysed yet
165 Ἄγγαροι: οἱ ἐκ διαδοχῆϲ γραμματοφόροι. οἱ δὲ αὐτοὶ καὶ ἀϲτάνδαι. τὰ δὲ ὀνόματα Περϲικά. Αἰϲχύλοϲ Ἀγαμέμνονι· φρυκτὸϲ δὲ φρυκτὸν δεῦρο ἀπ᾿ ἀγγάρου πυρὸϲ ἔπεμπε. τίθεται τὸ ὄνομα καὶ ἐπὶ τῶν φορτηγῶν καὶ ὅλωϲ τῶν ἀναιϲθήτων καὶ ἀνδραποδωδῶν. καὶ τὸ Ἀγγαροφορεῖν ἐπὶ τοῦ φορτία φέρειν. καὶ Ἀγγαρεύεϲθαι καλοῦϲιν ὥϲπερ ἡμεῖϲ νῦν τὸ εἰϲ φορτηγίαν καὶ τοιαύτην τινὰ ὑπηρεϲίαν ἄγεϲθαι. Μένανδροϲ καὶ τοῦτο ἐν τῷ Σικυωνίῳ παρίϲτηϲιν· ὁ πλέων κατήχθη; κρίνεθ᾿ οὗτοϲ πολέμιοϲ. ἐὰν ἔχῃ τὶ μαλακὸν, ἀγγαρεύεται.