Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1575
Not analysed yet
1575 Ἀμηγέπη: ὁπωϲδήποτε, καθ᾿ ὁτιοῦν. λέγεται δὲ καὶ Ἀμωϲγέπωϲ καὶ Ἀμόθεν καὶ Ἀμουγέ που καὶ Ἀμηγἐποι καὶ Ἀμωϲγέποι. Ἀριϲτοφάνηϲ· ὑμᾶϲ μὲν ἀεὶ μιϲθοφορεῖν ἀμηγέποι. ἀντὶ τοῦ ἁπανταχοῦ, ὅπωϲ ἂν τύχοι, καθ᾿ οἷον δήποτε τρόπον. καὶ αὖθιϲ· ἀλλ᾿ ἀμηγέπη τῶν παρατεθέντων ἀπογευϲάμενοϲ ἀωρὶ νύκτωρ περιήρχετο τὴν βαϲιλικὴν αὐλήν. καὶ Ἀμηγέπη Ἀγαθίαϲ φηϲίν· ἀλύοντι δὲ καὶ ἕκαϲτα γνωματεύοντι, ἔδοξέν οἱ ἀμηγέπη ἀποπειρᾶϲθαι τοῦ φρουρίου.