Ancient Greek · ~7 min
1.1576 to 1.1593
Suda, Suidae lexicon 1.1576-1593
Not analysed yet
1576 Ἀμήν: πεπιϲτωμένωϲ, ἀληθῶϲ. 1577 Ἀμήρυτον: πολύ, ἐκτεταμένον, ἀτέλεϲτον, τουτέϲτι διηνεκῶϲ ἐπιμένον, ἀπέραντον. 1578 Ἁμηϲάμενοϲ: ἀνορύξαϲ. ὁ δὲ τὸ χῶμα ϲείϲαϲ καὶ τὴν γῆν ἀμηϲάμενοϲ ἐζήτει τὸν νεκρόν. καὶ ἀντὶ τοῦ ταῖϲ χερϲὶ ϲωρεύϲαϲ. παλλὰ τιθηνητὴρ ὀλοφύρατο, χερϲὶν ἀμήϲαϲ ἀνδρομάχοιο δνοφερὰν κρατὸϲ ὕπερθε κόνιν. 1579 Ἀμήϲαντεϲ: ἀντὶ τοῦ μὴ ἀποτεμόντεϲ. καὶ Ἀμήϲαντι, θερίϲαντι. ἐν Ἐπιγράμμαϲι· οὐδέ ποτ᾿ ἀμήϲαντι Κορινθικόν, οὔποτε πικρᾶϲ γευϲαμένῳ πενίηϲ. 1580 Ἀμηϲὸϲ καὶ Ἀμηϲηνόϲ. Ἀμινϲὸϲ δὲ καὶ Ἀλμινϲηνόϲ. 1581 Ἄμητα: ἄμηϲ, εἶδοϲ πλακοῦντοϲ γαλακτώδουϲ. Ἀριϲτοφάνηϲ Πλούτῳ· ἄμητα προϲέπεμψαϲ ἡμῖν τουτονί. οὐ μόνον ὅτι οὐκ ἐδέ- ξατο τὰ δῶρα, ἀλλὰ καὶ οἴκοθεν ἔπεμψέ μοι ἄλλο πλακούντιον προντούλων. ὡϲ ἂν λέγων, μηκέτι πατῆϲαι ἐκεῖ με. ἄμηϲ οὖν ὁ πλακοῦϲ, οὐχ ὁ ἰπνόϲ. 1582 Ἀμητῆρεϲ. θεριϲταί. 1583 Ἀμητόϲη: αὐτὰ τὰ τεθεριϲμένα ὀξυτόνωϲ. οἷον ὁ ϲτάχυϲ. καὶ Τρυγητὸϲ βότρυϲ, ὃ τρυγώμενοϲ. προπαροξυτόνωϲ δὲ Ἄμητοϲ, ὁ καιρὸϲ τοῦ θέρουϲ, ἐν ῷ δεῖ ἀμᾶν. ὡϲ καὶ Τρύγητοϲ, ὁ καιρὸϲ τοῦ τρυγᾶν. 1584 Ὅτι Φρονίμη, ἡ θυγάτηρ Ἐτεάρχου, ἀμήτωρ ἐλέγετο. καὶ ζήτει ἐν τῷ Βάττοϲ. 1585 Ἀμήχανα· οἱ δέ, ἐπεὶ τὰ ἀμήχανα τῷ λιμῷ ἔπαϲχον, ἐκεχειρίαν ὀλίγων τινῶν ἡμερῶν ᾔτουν διαπράξαϲθαι. 1586 Ἀμηχάνητοι: ἀντὶ τοῦ πολλοί. Ξενοφῶν. 1587 Ἀμηχανία: ἀπορία. 1588 Ἀμήχανον: ὑπὲρ λόγον. ἢ ἀνεπιχείρητον, ἀδύνατον. τοῖϲ δὲ Ῥωμαίοιϲ ἀμήχανοϲ ἡ χαρὰ παρέϲτη πρὸϲ τὸ πάθοϲ. καὶ Ἁμήχανοϲ, πρὸϲ ἣν οὐκ ἔϲτι μηχανήϲαϲθαι. οὐκ αὐτὸϲ μὴ δυνάμενοϲ μενοϲ μηχανήϲαϲθαι. Δαμάϲκιοϲ· πόθῳ τε ἀμηχάνῳ τῆϲ περὶ. τὸ θεῖον βακχείαϲ, οἷον ἀπομαντευομένῳ ἐῴκει τὴν τῆϲ ἀληθείαϲ εὕρεϲιν. 1589 Ἄμμιγα: ἀναμεμιγμένωϲ. εἵνεκεν εὐμαθίηϲ πινυτόφρονοϲ, ἣν ὁ μελιχρὸϲ ἤϲκηϲε, Μουϲῶν ἄμμιγα καὶ Χαρίτων. 1590 Ἀμίδα: οὐρητρίδα, οὐρηρὸν ἀγγεῖον. καὶ Ἀμίδαϲ, τὰ ὑπηρέϲια. ϲοφόν γε τουτί καὶ γέροντι πρόϲφορον ἐξεῦρεϲ ἀτεχνῶϲ ράρμακον ϲτραγγουρίαϲ. Ἀλριϲτοφάνηϲ· ἀμὶϲ μὲν ἢν οὐρητιάϲῃϲ, αὑτηῒ παρὰ ϲοὶ ἠρεμήϲεται ἐγγὺϲ ἐπὶ τοῦ παττάλου. 1591 Ἀμίδ ηϲ: ὄνομα κύριον. 1592 Ἀμιθρῆϲαι: μετρῆϲαι, ἀριθμῆϲαι, παρὰ Kαλλιμάχῳ. 1593 Ἄμικτοϲ: ὁ μὴ μιγνύμενοϲ.