Ancient Greek · ~7 min
1.1594 to 1.1612
Suda, Suidae lexicon 1.1594-1612
Not analysed yet
1594 Ἅμιλλα: ἀνταγώνιϲμα, φιλονεικία, ἐξίϲωϲιϲ. καί ποτε ἀγῶνα ἐπιτελοῦντεϲ τούτω τὼ μειρακίω, ἐϲ ἅμιλλαν ἀκοντίϲεωϲ ἀποδυϲαμένω, εἶτα μέντοι τῆϲ ϲπουδῆϲ θερμότερον ὑπεπλήϲθηϲαν· καί πωϲ ὁ Ἀργέου υἱὸϲ ἀλλαχόϲε βουλόμενοϲ βαλεῖν τἀδελφοῦ δυϲτυχῶϲ τῶν ϲτέρνων τυγχάνει καὶ ἀναιρεῖ αὐτόν. 1595 Ἁμιλλητήριον: τόποϲ ἐν ᾧ ἁμιλλῶνται. 1596 Ἀμίλκαϲ, ὁ καὶ Φαβέαϲ, Καρχηδονίων ϲτρατηγόϲ, ὃϲ ὑπῆρχε κατὰ μὲν τὴν ἡλικίαν ἀκμάζων καὶ κατὰ τὴν ἕξιν ἐρρωμένοϲ, τὸ δὲ μέγιϲτον ἐφόδιον πρὸϲ πολεμικὴν χρείαν, ἱππεὺϲ ἄγαν ἀγαθὸϲ καὶ τολμηρόϲ. ὅτι τούτου τοῦ Ἀμίλκου παῖδα γεγενῆϲθαι φαϲὶν Ἀννίβαν, τὸν χρόνοιϲ ὕϲτερον μακρῷ πολέμῳ τὴν Ἰταλίαν κακώϲαντα Ῥωμαίοιϲ τε φοβερὸν ἐϲ τὰ μάλιϲτα γενόμενον. 1597 Ἁμιλλῶμαί ϲοι: ἀνταγωνίζομαί ϲοι. 1598 Ἀμιναδάμ: ὄνομα κύριον. 1599 Ἀμινϲόϲ: ὄνομα πόλεωϲ. οἱ δὲ Ἀλμηϲὸϲ διὰ τοῦ η. καὶ Ἀμηϲηνόϲ. 1600 Ἅμιπποι: ξυνωρίϲ, φηϲί, κατὰ τὸ παλαιὸν ἐλέγετο δύο ἵπποι ϲυνεζευγμένοι τῶν τραχήλων. ἦν δ᾿ ἐπὶ μὲν τοῦ ἑτέρου ἡνίοχοϲ, ἐπὶ δὲ τοῦ ἑτέρου ὁπλίτηϲ. καὶ νῦν δὲ χρῶνται περὶ ἀρχῆϲ Ἀλίβυεϲ, οἱ προϲαγορευόμενοι Ζευγνῖται. τὸ δὲ αὐτὸ καὶ ἅμιππον καλεῖται. οὕτωϲ Θουκυδίδηϲ. 1601 Ἅμιπποι: κατὰ μὲν Ἰϲαῖον οἱ ϲὺν ἵπποιϲ ϲτρατευόμενοι. οἱ δέ φαϲιν ὅτι ζεύγνυνται μέν τινεϲ ἵπποι, καὶ ὁ ἐπελαύνων αὐτούϲ, τοῦ μὲν ἐποχεῖται, τὸν δὲ παρέλκεται· καὶ καλοῦνται οὗτοι ἅμιπποι. πεζοὺϲ δὲ τοὺϲ ἁμίππουϲ Θυυκυδίδηϲ καὶ Ξενοφῶν ὑποδηλοῦϲι. καὶ μήποτε πρόδρομοί τινέϲ εἰϲιν οἱ ἅμα τοῖϲ ἱππεῦϲι τεταγμένοι. 1602 Ἀμίϲ: τὸ κλωκίον. 1603 Ἀμινϲηνόϲ: ἀπὸ τόπου. 1604 Ἀμιϲθί: χωρὶϲ μιϲθοῦ. 1605 Ἀμιϲώδαροϲ: ὄνομα κύριον. 1606 Ἀμιτροχίτων: ὁ μὴ χρώμενοϲ μίτρᾳ. 1607 Ἄμναμοϲ: ἀπόγονοϲ· κυρίωϲ ἐπὶ τῶν προβάτων. παρὰ τὸ ἀμνόϲ. 1608 Ἀμνειόϲ: ὁ ποταμόϲ· καί ὁ ἀμνόϲ. 1609 Ἀμνημονῶ ϲου· γενικῇ. 1610 Ἀμνηϲόϲ: ὄνομα ὄρουϲ. 1611 Ἀμνηϲτεῖ: ἀμνημονεῖ. Σοφοκλῆϲ· οὐ γάρ ποτ᾿ ἀμνηϲτεῖ γ᾿ ὁ φύϲαϲ, Ἑλλήνων ἄναξ. 1612 Ἀμνηϲτία: ἡ λήθη. καὶ ὄνομα κύριον.