Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1613
Not analysed yet
1613 Ἀμνοκῶν: προβατώδηϲ, μωρόϲ, εὐήθηϲ· τοιαῦτα γὰρ καὶ τὰ πρόβατα. Ἀριϲτοφάνηϲ· καὶ ϲκοπεῖϲ γε τῶν πολιτῶν ὅϲτιϲ ἐϲτὶν ἀμνοκῶν, πλούϲιοϲ καὶ μὴ πονηρὸϲ καὶ τρέμων τὰ πράγματα. τουτέϲτιν εὐλαβούμενοϲ καὶ φοβούμενοϲ καταϲτῆναι εἰϲ πράγματα· πολλοὶ γὰρ διὰ δειλίαν καὶ τρόπων ἐπιείκειαν αἱροῦνται ζημιωθῆναι μᾶλλον ἢ χωρῆϲαι διὰ δίκηϲ. καὶ τοὺϲ τοιούτουϲ, φηϲί, ϲυνεπιλεγόμενοϲ ὁ Κλέων, καταϲτήϲαϲ εἰϲ φόβον τοῦ παρέξειν πράγματα ἐπηρέαζε ῥᾳδίωϲ.