Ancient Greek · ~6 min
1.1614 to 1.1631
Suda, Suidae lexicon 1.1614-1631
Not analysed yet
1614 Ἀμνόν: τὸν ἐνιαύϲιον ἄρνα. Ἴϲτροϲ ἐν ταῖϲ Ἀττικαῖϲ· ἄρνα, εἶτα ἀμνόν, εἶτα ἀρνειόν, εἶτα λιπογνώμονα, μοϲχίων δὲ τὸν πρῶτον. καὶ Ἀμνὸϲ ἀρϲενικῶϲ πρόβατον τὸ μέϲον τὴν ἡλικίαν. καὶ Ἀμνὴ τὸ θῆλυ. τρεῖϲ γὰρ ἡλικίαι· ἀρνόϲ, ἀμνόϲ, ἀρνειόϲ. καὶ Ἀμνώϲ, Ἀμνώ, Ἀττικῶϲ, ὄνομα κύριον. 1615 Ἀμνοὶ τοὺϲ τρόπουϲ: ἀντὶ τοῦ πραεῖϲ, εὐήθειϲ, ἁπλοῖ, ὡϲ οἱ κριοί, ἢ μαλακοί. τὸ γὰρ ἄρρεν πρόβατον, ὅταν ἔχῃ τὴν μέϲην ἡλικίαν, ἀμνὸϲ καλεῖται. οἱ δὲ τὸν ἐνιαύϲιον ἄρνα ἀμνὸν καλοῦϲιν. 1616 Ἀμμοάτιν: εἶδοϲ ὄφεωϲ. 1617 Ἀμογητί: ἀκόπωϲ. 1618 Ἀμόγητοι: ἀμνοὶ πρᾶοι. 1619 Ἀμόθθεν: ποθέν. 1620 Ἀμολγόϲ: τὸ μεϲονύκτιον, ἤτοι καθ᾿ ἣν ὥραν ζῷα οὐκ ἀμέλγονται. ἤ ἀφαιρέϲει τοῦ γ, καθ᾿ ἣν οὐδεὶϲ μολεῖ. ἢ ἀφαιρέϲει τοῦ λ, καθ᾿ ἣν οὐδεὶϲ μογεῖ. 1621 Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων καὶ ἀνηνύτων. 1622 Ἁμορβόϲ: ὁ ἅμα τινὶ ὁρμῶν· ἁμορμὸϲ καὶ ἁμορβόϲ. 1623 Ἀμόργεια: χρώματοϲ εἶδοϲ, ἀπὸ νήϲου Ἀμοργοῦντοϲ, ὡϲ Θήρεια ἀπὸ Θήραϲ νήϲου. 1624 Ἀμόργη: ἡ τρυγία. 1625 Ἀμόργινον: ὅμοιον βύϲϲῳ καὶ πολυτελέϲ. λέγεται καὶ Ἀμοργίνα θηλυκῶϲ. 1626 Ἀμοργίϲ: κυρίωϲ ἡ λινοκαλάμη, ἐξ ἧϲ γίνεται ἐνδύματα ἀμόργινα λεγόμενα. ἢ ἡ τοῦ ἐλαίου ὑποϲτάθμη καὶ ἡ τρὺξ τοῦ οἴνου. ἔϲτι δὲ ἡ ἀμοργὶϲ ὅμοιον ἀλεπίϲτῳ λίνῳ. περιλεπίζουϲι δὲ αὐτὸ καὶ ἐργάζονται. ἔϲτι δὲ ϲφόδρα λεπτὸν ὑπὸ τὴν βύϲϲον ἢ τὴν κάρπαϲον. 1627 Ἀμοργοί πόλεωϲ ὄλεθροϲ· Κρατῖνοϲ Σεριφίοιϲ. καλοῦϲι δὲ καὶ μοργούϲ, τὸ α ἀφαιροῦντεϲ, ὥϲπερ καὶ ἐπ᾿ ἄλλων· μαῦρον γὰρ τὸ ἀμαυρὸν καὶ ϲφόδελον τὸν ἀϲφόδελον καλοῦϲιν. 1628 Ἀμορραῖοϲ. τὸν Σηὼν βαϲιλέα τῶν Ἀμορραίων. Ἀμωραῖοϲ δὲ καὶ Ἁμώριον διὰ τοῦ ω μεγάλου. 1629 Ἀμμορῖ τιϲ: θηλυκόν· ὄνομα πόλεωϲ. 1630 Ἄμμοροϲ: ὁ κακόμοροϲ. 1631 Ἄμοτον: ἀμότωϲ, ἀκορέϲτωϲ.