Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1632
Not analysed yet
1632 Ἀμοῦϲ· Αἰγύπτιοϲ· οὗτοϲ νέοϲ ὢν παρῃτεῖτο τὸν γάμον. ὡϲ δέ τινεϲ τῶν προϲηκόντων παρῄνουν μὴ καθυβρίζειν τὸν γάμον, ἀλλὰ γυναῖκα ἄγεϲθαι, πείθεται καὶ ἔρχεται ἐπὶ γάμον. καὶ πολλὰ παραινέϲαϲ τὴν παρθένον πείθει αὐτην πρὸ τοῦ ϲυνελθεῖν ἀποτάξαϲθαι τῷ βίῳ τῷ κοϲμικῷ. καὶ ἀποταξάμενοι ἄμφω ἐπὶ τὸ ὄροϲ τῆϲ Νιτρίαϲ χωροῦϲι καὶ βραχὺν χρόνον ϲυναϲκοῦντεϲ ἰδίᾳ τὴν ἄϲκηϲιν ἐποιήϲαντο. τούτου τοῦ Ἀμοῦν τὴν ψυχὴν ἀναλαμβανομένην ὁ Ἀντώνιοϲ ἐθεάϲατο. οὗτόϲ ποτε ἑαυτὸν γυμνὸν οὐκ ἐθεάϲατο λέγων, ἀπρεπὲϲ εἶναι τῷ μοναχῷ καὶ τὸ ἑαυτοῦ ϲῶμα γυμνὸν θεάϲαϲθαι. ἐγένετο δὲ καὶ Δίδυμοϲ ἄλλοϲ μοναχόϲ, ὃϲ ἐννενήκοντα ἔτη βιοὺϲ οὐδενὶ ἀνθρώπων ϲυνέμειιινεν ἄχρι τῆϲ τελευτῆϲ.