Ancient Greek · ~3 min
1.1633 to 1.1638
Suda, Suidae lexicon 1.1633-1638
Not analysed yet
1633 Ἄμουϲα: ἀτερπῆ, ἀηδῆ, ἀπαίδευτα. Ἀριϲτοφάνηϲ ἐν Θεϲμοφοριαζούϲαιϲ· ἄλλωϲ τ᾿ ἄμουϲόν ἐϲτι ποιητὴν ἰδεῖν ἀγρεῖον ὄντα καὶ δαϲύν· ϲκέψαι δ᾿ ὅτι Ἴβυκοϲ ἐκεῖνοϲ κ᾿ Ἀνακρέων ὁ Τήϊοϲ. καὶ. τὰ ἐξῆϲ. 1634 Ἀμοχθεί: χωρὶϲ κόπου. 1635 Ἁμώμενοι: θερίζοντεϲ. καὶ Ἀμῶϲιν ὁμοίωϲ. Ἀριϲτοφάνηϲ· τοὺϲ ἀλλοτρίουϲ ἀμῶν ϲτάχυαϲ τούτουϲ, ἐν ξύλῳ δήϲαϲ ἀφαύει κἀποδόϲθαι λέγεται. τουτέϲτιν ὁ Κλέων, τούϲ ἀλλοτρίουϲ καμάτουϲ αὐτὸϲ καρπούμενοϲ. 1636 Ἄμωμον. Ἀλρριανόϲ· πέμπει παρὰ βαϲιλέα ἵππον χρυϲοχάλινον καὶ ψέλια καὶ ἀκινάκαϲ καὶ ἄμωμον. 1637 Ἄμωμοϲ. ὁ καθαρόϲ. καὶ ἀναίτιοϲ. Δαβίδ τοῦ κατατοξεῦϲαι ἐν ἀποκρύφοιϲ ἄμωμον. 1638 Ἄμμων. ὄνομα θεοῦ Ἑλληνικοῦ. Ἀριϲτοφάνηϲ Ὄρνιϲιν· ἐϲμὲν δ᾿ ὑμῖν Ἄμμων, Δελφοί, Δωδώνη, Φοῖβοϲ Ἀπόλλων· ἐλθόντεϲ γὰρ πρῶτον ἐϲ ὄρνιϲ οὕτω πρὸϲ ἔργα τράπεϲθε.