Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1639
Not analysed yet
1639 Ἀμμωνιανόϲ, γραμματικόϲ, κοϲμούμενοϲ τῇ ϲυγγενείᾳ Συριανοῦ καὶ ἅμα τῇ ϲυμφύτῳ ὁμοιότητι τῶν τε ἠθῶν καὶ τοῦ ϲώματοϲ, κατὰ τὸν Ὅμηρον εἶδόϲ τε μέγεθόϲ τε φυήν τ᾿ ἄγχιϲτα ἐώκει. τό τε γὰρ ϲῶμα καλόϲ τε καὶ μέγαϲ ἦν ἑκάτεροϲ. καὶ ἔτι προϲῆν ὑγεία καὶ ἰϲχὺϲ οὐδὲν ἀποδέουϲα τῆϲ ἄλληϲ εὐφυΐαϲ τοῦ τε ὅλου καὶ τῶν μερῶν· ἥ τε ψυχὴ ἔρρωτο πρὸϲ τὸ βέλτιϲτον αὐτοῖϲ τὸ ὁμοιότροπον. ἀλλ᾿ ὁ μὲν θεοφιλέϲτεροϲ ἦν ὁ Συριανὸϲ καὶ τῷ ὄντι φιλόϲοφοϲ· ὁ δὲ ἠγάπα τὴν ἐπὶ ποιητῶν ἐξηγήϲει καὶ διορθώϲει τῆϲ Ἑλληνικῆϲ λέξεωϲ καθημένην τέχνην. οὗτοϲ ἦν Ἀλμμωνιανόϲ, ᾧ κεκτῆϲθαι ϲυμβέβηκεν ὄνον ϲοφίαϲ ἀκροατήν.