Ancient Greek · ~8 min
1.166 to 1.195
Suda, Suidae lexicon 1.166-195
Not analysed yet
166 Ἀγάϲαιτο: θαυμάϲειεν. καὶ Ἄγαϲθαι παῤ Ὁμήρῳ ἐπὶ τοῦ θαυμάζειν καὶ φθονεῖν. 167 Ἀγαϲθέντοϲ: ἐκπλαγέντοϲ, θαυμάϲαντοϲ. τοῦ δὲ ἀγαϲθέντοϲ ἐπὶ τῇ προαιρέϲει. καὶ Ἀγαϲθείϲ. ὁ δὲ ἀγαϲθεὶϲ ἐπί τε τῇ πόλει καὶ τοῖϲ ἀνθρώποιϲ ἐπέμενε τρεῖϲ ἡμέραϲ. 168 Ἀγαϲθῶ τινι: ἀντὶ τοῦ θαυμάϲω τινά. Ξενοφῶν· ὅταν τινὶ ἀγαϲθῶ τῶν ϲτρατιωτῶν. 169 Ἀγαϲικλῆϲ: ὄνομα κύριον. ὃϲ λέγεται Ἀλιμουϲίνοιϲ ϲυνδικάϲαι καὶ διὰ τοῦτο ξένοϲ ὢν ἐγγραφῆναι τῇ πολιτείᾳ. 170 Ἀγάϲματα: ϲεβάϲματα, ἃ ἄν τιϲ ἀγάϲαιτο. Σοφοκλῆϲ κέχρηται. 171 Ἀγάϲτονοϲ: πολυϲτένακτοϲ. 172 Ἀγάϲτορεϲ: ἀδελφοὶ, ὕμαιμοι, δίδυμοι. οἱ ὁμογάϲτορεϲ. 173 Ἀγαϲτόϲ: θαυμαϲτόϲ. 174 Ἀγάϲτου: θανάτου. 175 Ἀγαυρίαμα: ἔπαρμα. 176 Ἄγαυροϲ: ὁ κομψόϲ· οἱ δὲ κακόϲ· ὑπὸ Ἰώνων δὲ ἄποροϲ, ὑπὸ δὲ Ἀττικῶν τρυφερόϲ. 177 Ἄγβαροϲ: ὄνομα κύριον. ὁ τῆϲ Ἐδέϲϲηϲ βαϲιλεύϲ. ζήτει ἐν τῷ Αὔγαροϲ. 178 Ἀγαίομαι: φθονοῦμαι. καὶ Ἀγαῖοϲ, ὁ ἐπίφθονοϲ. 179 Ἀγγαῖοϲ: ὄνομα κύριον. 180 Ἄγε δῆτα: φέρε, κόμιζε, δεῦρο. καὶ ἐπίγραμμα εἰϲ Διογένην τὸν Κύνα· Διόγενεϲ, ἄγε, λέγε, τίϲ ἔλαβέ ϲε μόροϲ ἐϲ Ἄϊδοϲ; ἔλαβέ με κυνὸϲ ὀδάξ. τὸ δὲ ἐπίγραμμα διὰ βραχέων. 181 Ἀγέλαϲτα: τὰ μὴ γέλωτοϲ ἄξια, ἀλλ᾿ ἀγανακτήϲεωϲ. 182 Ἀγέλαοϲ: ὄνομα κύριον. 183 Ἀγελάρχηϲ: ὁ τῆϲ ἀγέληϲ τῶν βοῶν ἄρχων. 184 Ἀγελαία ϲταφυλή: ἡ εὐτελήϲ. καὶ Ἀγελαῖα, τὰ οὐ γενναῖα. 185 Ἀγελαίη: ἡ Ἀθηνᾶ. 186 Ἀγέλαιοϲ: προπαροξυτόνωϲ μὲν ὁ ἀμαθήϲ· Ἀγελαῖοϲ δὲ ὁ ἐκ τῆϲ ἀγέληϲ. 187 Ἀγελαῖοϲ: ἰδιώτηϲ. ἢ ὁ ἐν ἀγέλῃ διάγων. καὶ Ἀγελαίων, ἰδιωτῶν, ῥεμβωδῶν. τῶν ἀγελαίων ἔοικεν ἀνθρώπων εἶναι ὁ τοιοῦτοϲ. ἀντὶ τοῦ εὐτελῶν. καὶ Ἀγελαίων, τῶν πολλῶν καὶ τυχόντων. εἴη δ᾿ ἂν ἐκ μεταφορᾶϲ τῶν ἀγελαίων ζῴων ἢ ἀπὸ τῶν ἰχθύων. οὓϲ βόϲκεϲθαι ῥύδην καὶ ἀγεληδόν φαϲιν. 188 Ἀγελαιών: ὁ τόποϲ τῆϲ ἀγέληϲ. 189 Ἀγελαῖοι ἰχθύεϲ: οἱ εὐτελεῖϲ καὶ μικροί. 190 Ἀγελείη: ἡ Ἀθηνᾶ. ἀπὸ τοῦ ἄγειν λείαν· τουτέϲτι ϲτρατιωτική. 191 Ἀγεληδόν: ἐπίρρημα. 192 Ἀγελήτηϲ βοῦϲ: ὁ ἐξ ἀγέληϲ. 193 Ἀγέληφιν: ἐκ τῆϲ ἀγέληϲ. 194 Ἀγγελιαφόροϲ: πρεϲβευτήϲ. 195 Ἀγέλιοϲ· οὗτοϲ ἐπὶ Οὐάλεντοϲ ἦν Κωνϲταντινουπόλεωϲ ἐπίϲκοποϲ, βίον ἀποϲτολικὸν βιούϲ. ἀνυπόδητοϲ γὰρ διόλου διῆγεν, ἑνί τε χιτῶνι ἐκέχρητο, τὸ τοῦ εὐαγγελίου φυλάττων ῥητόν.