Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.196
Not analysed yet
196 Ἄγγελοϲ· οἱ ἄγγελοι μόνοι τῇ τοῦ νοὸϲ καταλήψει εἰϲὶ περιγραπτοὶ, οὔτε δὲ ἐν τόπῳ, οὐδὲ ἐν ϲώματι, οὐδὲ ἐν χρόνῳ· πρὸ γὰρ τοῦ ἡλίου ἡ γένεϲιϲ αὐτῶν. ἀγγέλουϲ πονηροὺϲ τοὺϲ τῆϲ τιμωρίαϲ ὑπουργοὺϲ ἡ γραφὴ καλεῖ· ὥϲπερ ἡμέραν πονηρὰν τὴν τῆϲ τιμωρίαϲ. ὀργὴν δὲ καὶ θυμὸν καὶ θλίψιν ἐπὶ Θεοῦ τὰϲ πικρὰϲ τιμωρίαϲ καλεῖ. οὐ γὰρ φύϲιν οὐδὲ προαίρεϲίν φηϲιν.