Ancient Greek · ~8 min
1.1707 to 1.1729
Suda, Suidae lexicon 1.1707-1729
Not analysed yet
1707 Ἀμφίβολοι: πανταχόθεν βαλλόμενοι· ἢ ἀπορούμενοι, διαφόροιϲ ϲυνεχόμενοι λογιϲμοῖϲ ἀγνοίᾳ τοῦ αἱρετοῦ καὶ εἴτε τοῦτο εἴτε ἐκεῖνο ποιήϲουϲιν. Ἀρριανόϲ· οἱ δὲ Μάρδοι ἑκατέρωθεν ἤδη ἀμφίβολοι γιγνόμενοι καὶ ὑπὸ τῶν ἀναβαινόντων παιόμενοι καὶ ὑπὸ τῶν κατὰ νώτου ἐπιθεμένων ὠθούμενοι, ἀπέθνηϲκον. καὶ αὖθιϲ· ὁ δὲ Παμπρέπιοϲ τούτοιϲ ἀμφίβολοϲ ὀφθείϲ, βραχὺ παρεωρᾶτο. 1708 Ἀμφίβροχοϲ: πανταχόθεν βεβρεγμένοϲ, τουτέϲτι μεθύων. Anth ἡδὺ μέθυ βλύζων, ἀμφίβροχοϲ εἵματα Βάκχῳ. 1709 Ἀμφιγνοεῖ: ἀμφιβάλλει. Ἀγαθίαϲ· καὶ ὅτου δὴ ἕνεκα τοῦτο δράϲειεν ἀμφιγνοούντων. ἀντὶ τοῦ ἀμφιβαλλόντων. Ἀμφιγνοεῖν οὖν ἀγνοεῖν ἢ ἐνδοιάζειν. 1710 Ἀμφιγυήειϲ: ὁ Ἥφαιϲτοϲ. 1711 Ἀμφιγύιοιϲιν: τοῖϲ ἐξ ἑκατέρου μέρουϲ πλῆξαι καὶ γυιῶϲαι δυναμένοιϲ. 1712 Ἀμφιδαήϲ: ἡ ἀμφοτέρωθεν κόπτουϲα μάχαιρα. 1713 Ἀμφίδεα: ψέλια. 1714 Ἀμφιδέαϲ: ἁλύϲειϲ παρ᾿ Ἡροδότῳ. οἱ δὲ ψέλια. 1715 Ἀμφιδέαϲ: περιϲκελίδεϲ τινέϲ εἰϲιν. ἰδίωϲ δὲ Λυϲίαϲ ἐν τῷ κατ᾿ Εὐθυδίκου φηϲίν· οὐ δυνάμενοϲ ἐκβαλεῖν, διὰ τὸ ἀμφιδέαιϲ δὲθέϲθαι τὰϲ θύραϲ. 1716 Ἀμφιδέδηεν: ἐξῆπτο, διεγήγερτο. 1717 Ἀμφιδεέϲ: περιδεέϲ. 1718 Ἀμφιδείκελον: ἀμφίδηλον δέ. 1719 Ἀμφιδήριτον: ἀμφίδοξον, ἰϲοϲτάϲιον. ϲυνέβη γενέϲθαι τὴν μάχην ἀμφιδήριτον. 1720 Ἀμφίδοξον: ἀμφίβολον. οἱ δὲ οὐκ ᾤοντο δεῖν ἐϲ ἄμφιδοξον ἀγῶνα ϲυγκαταβαίνειν, δυναμένοιϲ προδήλωϲ νικᾶν. καὶ Ἀμφιδοξούμενα βιβλία, τουτέϲτιν ἀμφιβαλλόμενα. 1721 Ἀμφίδορον: τὸ πανταχόθεν περιέχον. ἐν Ἐξπιγράμμαϲι· καὶ ϲκύτοϲ ἀμφιδόρου ϲτικτὸν ἀχαιΐνεω. τουτέϲτιν ἐλάφου δέρμα. ἀχαιΐνη γὰρ ἡ ἔλαφοϲ. 1722 Ἀμφιδρόμια: τὴν πέμπτην ἄγουϲιν ἐπὶ τοῖϲ βρέφεϲιν, ἐν ᾗ ἀποκαθαίρονται τὰϲ χεῖραϲ αἱ ϲυναψάμεναι τῆϲ μαιώϲεωϲ· τὸ δὲ βρέφοϲ περιφέρουϲι τὴν ἑϲτίαν τρέχοντεϲ, καὶ δῶρα πέμπουϲιν οἱ προϲήκοντεϲ, ὡϲ ἐπὶ τὸ πλεῖϲτον πολύποδαϲ καὶ ϲηπίαϲ. τῇ δεκάτῃ τοὔνομα τίθενται. 1723 Ἀμφίδρομον: ἐλικοειδέϲ. ἴδεϲθέ μ᾿ οἷον ἄρτι κῦμα φοινίαϲ ὑπὸ ζάληϲ ἀμφίδρομον κυκλεῖται. ἑλικοειδὲϲ, ὃ βαπτίζει τὰϲ ναὺϲ. 1724 Ἀμφί ἑ γιγν ώϲκων ἑτάρουϲ: ἶϲον τῷ ἀναλεγόμενοϲ καὶ ἀναμιμνηϲκόμενοϲ. καὶ κατ᾿ ὀρθὸν τόνον προενεκτέον τὴν ἀμφί ἑ. ἔϲτι γὰρ εἰϲ ἑκάτερον ἑαυτοῦ μέροϲ. 1725 Ἀμφιἐννυμι· αἰτιατικῇ. 1726 Ἀμφιέτει: ἐν αὐτῷ τῷ ἔτει. 1727 Ἀμφιετηρίϲ: ἑορτὴ κατ᾿ ἔτοϲ γινομένη. 1728 Ἀμφιθαλήϲ: ἑκατέρωθεν θάλλων. 1729 Ἀμφιθαλὴϲ ἔρωϲ: ὁ ἀμφοτέροιϲ τοῖϲ γονεῦϲι θάλλων, μηδενόϲ ὠρφανιϲμένοϲ.