Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.184
Not analysed yet
184 Γέρανοι λίθουϲ καταπεπωκυῖαι: ἐπὶ τῶν προνοητικῶϲ τι ποιούντων· αἱ γὰρ γέρανοι διὰ τὸ ἐν ὕψει πέτεϲθαι καὶ τῇ εἰϲ εὐθὺ ὁρμῇ τὴν ἐπὶ τὰ κάτω θέαν ἐμποδίζεϲθαι λίθουϲ βαϲτάζουϲιν, ὅπωϲ κάμνουϲαι τῇ πτήϲει ῥίπτοιεν καὶ αἴϲθοιντο πότερον ἐπὶ γῆϲ ἢ θαλάττηϲ φέρονται. καὶ εἰ μὲν ἐπὶ θάλατταν ἥκοι ὁ λίθοϲ, ἀνύουϲι τὴν ὁδόν· εἰ δὲ ἐπὶ γῆϲ, ἀναπαύονται. τοῦτό φηϲιν Ἀριϲτοφάνηϲ· γέρανοι λίθουϲ καταπεπωκυῖαι. ὅτι αἰ γέρανοι πετόμεναι ἐν τοῖϲ ϲτόμαϲιν ψήφουϲ φέρουϲι ϲτηρίγματοϲ ἕνεκα πρὸϲ τὸ μὴ παραφέρεϲθαι ἀνέμοιϲ.