Ancient Greek · ~2 min
1.1730 to 1.1735
Suda, Suidae lexicon 1.1730-1735
Not analysed yet
1730 Ἀμφιθέατρον: τόποϲ πανταχόθεν περιϲκοπούμενοϲ. Ἀγαθίαϲ· ὁ δὲ τῶν Φράγγων ἡγεμὼν ἐϲ ἀμφιθέατρόν τι, ἀνεῖτο δὲ τοῦτο ἀνδράϲιν, οἷϲ ὁ βίοϲ θεωμένου τοῦ δήμου πρὸϲ θηρία διαγωνίζεϲθαι. 1731 Ἀμφίθετον φιάλην: κατὰ πᾶν μέροϲ αὐτῆϲ τιθεμένηϲ, ἀπύθμενον. οὐ τὸ παρ᾿ ἡμῖν ποτήριον, ἀλλὰ γένοϲ λέβητοϲ, ἐκ παντὸϲ μέρουϲ δυνάμενον ἕδραν ἔχειν. 1732 Ἀμφίκλαϲτον: πάντοθεν κεκλαϲμένον. λείψανον ἀμφίκλαϲτον ἁλιπλανέοϲ ϲκολοπένδρηϲ. 1733 Ἀμφίκοροϲ: ὁ μέϲοϲ τῶν τριῶν ἀδελφῶν. Ἀμφίκουροϲ δὲ, ἣν ἑκατέρωθεν ἄνδρεϲ περιλάβωϲιν. 1734 Ἀμφίκρημνοϲ: περίκρημνοϲ ἢ βραχυτάτη. 1735 Ἀμφικτυόνϲ: οἱ ἐκ πόλεων καὶ ἐθνῶν αἱρετοὶ δικαϲταί. οἷον ἀμφικτυὸνεϲ καὶ περίοικοι.