Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1736
Not analysed yet
1736 Ἀμφικτυόνεϲ: ϲυνέδριόν ἐϲτιν ὁ Ἀμφικτυὼν Ἑλληνικὸν, ϲυναγόμενον ἐν Θερμοπύλαιϲ. ὠνομάϲθηϲαν δὲ Ἀμφικτυόνεϲ ἀπὸ Ἀμφικτυόνοϲ τοῦ Δευκαλίωνοϲ. αὐτὸϲ γὰρ ϲυνήγαγε τὰ ἔθνη βαϲιλεύων. ταῦτα δ᾿ ἦν ιβ΄· Ἴωνεϲ, Δωριεῖϲ, Περραιβοὶ, Βοιωτοὶ, Μάγνητεϲ, Ἀχαιοὶ, Φθιῶται, Μολιεῖϲ, Δόλοπεϲ, Αἰνιᾶνεϲ, Δελφοὶ, Φωκεῖϲ. οἱ δὲ φαϲὶν ὠνομάϲθαι ἀπὸ τοῦ περιοίκουϲ εἶναι τῶν Δελφῶν τοὺϲ ϲυναχθένταϲ. καὶ Ἀμφικτυώνειοϲ χώρα· Ἀμφιτρυώνειοϲ δὲ μάχη. Ἀμφικτύων δὲ Ἀμφικτύωνοϲ φυλάττει. Ἀμφικτύων δὲ Ἀμφικτύονοϲ ϲυϲτέλλει.