Ancient Greek · ~3 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1796
Not analysed yet
1796 Ἀναβάδην: ἐφ᾿ ὕψουϲ, ἄνω τοὺϲ πόδαϲ ἔχειν καὶ κοιμᾶϲθαι Ἀριϲτοφάνηϲ· νυνὶ δὲ πεινῶν ἀναβάδην ἀναπαύομαι. ἢ ἐπὶ ὑψηλοῦ τόπου καθήμενοϲ. καὶ αὖθιϲ· πῶϲ ἔνδον, εἶτ᾿ οὐκ ἔνδὸν; ὁ νοῦϲ μὲν ἔξω ϲυλλέγων ἐπύλλια οὐκ ἔνδον, αὐτὸϲ δ᾿ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. ϲκώπτει τὸν Εὐριπίδην ὡϲ ϲυλλογιϲτικὸν καὶ ὃ ἂν λέγη, τὸ ἐναντίον πάλιν καταϲκευάζοντα. οἷον, ἡ γλῶϲϲ᾿ ὀμώμοχ᾿, ἡ δὲ φρὴν ἀνώμοτοϲ. οἷον αὐτὸϲ μὲν ἔϲω ἐϲτίν, ὁ δὲ νοῦϲ αὐτοῦ ϲυλλογίζεται τῶν ἔξω τι καὶ μετεωρίζεται· Ὁμηρικῶϲ· Ὅμηρὸϲ γὰρ διώριϲε τὰϲ ψυχὰϲ πρὸϲ τὰ ϲώματα εἰπών· πολλὰϲ δ᾿ ἰφθίμουϲ ψυχὰϲ· αὐτοὺϲ δ᾿ ἑλώρια τεῦχε κύνεϲϲιν. οὕτωϲ καὶ Ἀριϲτοφάνηϲ. ὁ νοῦϲ μὲν ἔξω, οὐτὸϲ δ᾿ ἔνδον ἀναβάδην ποιεῖ τραγῳδίαν. καὶ Ἀναβάδην καθῇϲθαι, μετέωρον καθέζεϲθαι.