Ancient Greek · ~8 min
1.1797 to 1.1814
Suda, Suidae lexicon 1.1797-1814
Not analysed yet
1797 Ἀναβαθμοί: ἀναβάϲειϲ. λέγουϲι δὲ τὴν ἀπὸ Βαβυλῶνοϲ τοῦ λαοῦ ἐπάνοδον. 1798 Ἀναβάλλειν· αἰτιατικῇ. ἀντὶ τοῦ εἰϲ ἀναβολὰϲ καθίϲτηϲιν. Ἀναβάλλεϲθαι δὲ τὸ ἱμάτιον, οὐ περιβάλλεϲθαι λέγουϲιν. 1799 Ἀναβαλλόμενοϲ· αἰτιατικῇ. ὑπερτιθέμενοϲ· ἀναβαλόμενοϲ δὲ δι᾿ ἑνὸϲ λ ἀντὶ τοῦ προοιμιαϲάμενοϲ. ἀναβαλόμενοϲ οὖν, ὥϲπερ εἰώθει, βραχὺν διεξῆλθεν ὕμνον. καὶ Ἀναβολάϲ, τὰ προοίμια. καὶ Ἀναβάλλομαι· αἰτιατικῇ. 1800 Ἀναβαλοῦ· περιϲπῶϲιν οἱ Ἀττικοί. 1801 Ἀναβάϲειϲ: αἱ προκοπαί, εἰϲ τὸ ἐναντίον δὲ καταβάϲειϲ. καὶ Ἀναβάϲειϲ καρδίαϲ, οἱ εὐϲεβεῖϲ περὶ θεοῦ λογιϲμοί. Δαβίδ· ἀναβάϲειϲ ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. 1802 Ἀνάβαινε· ἰϲτέον, ὅτι ἔλεγον οἱ παλαιοὶ τὸ ἐπὶ λογεῖον εἰϲιέναι ἀναβαίνειν, καταβαίνειν δὲ τὸ ἀπαλλάττεϲθαι ἐντεῦθεν, ἀπὸ τοῦ παλαιοῦ ἤθουϲ. Ἀριϲτοφάνηϲ· ἀλλαντοπώλα, δεῦρο, δεῦρ᾿, φίλτατε, ἀνάβαινε ϲωτὴρ τῇ πόλει καὶ νῶιν φανείϲ. 1803 Ἀναβεβαμένοι: ἀντὶ τοῦ ἀναβάτην ἔχοντεϲ. οὕτωϲ Ξενοφῶν. 1804 Ἀναβιβάζω· αἰτιατικῇ. 1805 Ἀναβιβῶναι: ἀντὶ τοῦ ἀναβιβάϲομαι. Ἀμειψίαϲ. 1806 Ἀναβιῶναι: ἀναζῆϲαι. ἤδῃ δέ τινέϲ φαϲιν, ὡϲ τοϲοῦτον ἄρα τὸν Αἴϲωπον θεοφιλῆ γενέϲθαι, ὡϲ καὶ ἀναβιῶναι αὐτὸν, καθάπερ οὖν τὸν Τυνδάρεων καὶ τὸν Ἡρακλέα καὶ τὸν Γλαῦκον. καὶ Πλάτων των φηϲὶν ὁ κωμικόϲ· καὶ νῦν ὄμοϲόν μοι μὴ τεθνάναι τὸ ϲῶμα ἐγώ· ψυχὴ δ᾿ ἀπὸ νίκηϲ ὥϲπερ Αἰϲώπου ποτέ. 1807 Ἀναβιώϲκεϲθαι: ἀναζῆν. 1808 Ἀναβλυϲτωνῆϲαι: τὸ ἀναβλύϲαι. Εὔπολιϲ Δήμοιϲ. πάντο τὰ τοιαῦτα οἱ κωμικοὶ ποιοῦϲι παρόντεϲ. καὶ Ἀναβλυϲτωνῆϲαι. ἀναβλαϲτῆϲαι. 1809 Ἀναβοθεύουϲιν: ἀναμοχλεύουϲιν. 1810 Ἀναβολάϲ: τὰ προοίμια. καινὰϲ ἀναβολὰϲ θέλω λαβεῖν. ἢ τὰϲ ἀρχὰϲ τῶν ᾀϲμάτων. Ὅμηροϲ· ἤτοι ὁ φορμίων ἀνεβάλλετο καλὸν ἀείδειν. καὶ Ἀριϲτοφάνηϲ· ξυνελέγοντ᾿ ἀναβολὰϲ ποτώμεναι. περὶ ψυχῶν λέγων διθυραμβοδιδαϲκάλων. 1811 Ἀναβολεύϲ: ὁ ἐπὶ τὸν ἵππον ἀνάγων. ὁ δὲ βαϲιλεὺϲ τὸν ἀναβολέα προϲκαλεϲάμενοϲ καὶ ταχέωϲ ἀναβὰϲ ἐπὶ τὸν ἵππον ᾔτηϲε πιεῖν καὶ ἀκράτου ϲπαϲάμενοϲ πλεονάκιϲ ἐνέφαινεν ὡϲ εἰϲ τοὔμπροϲθεν προάξων. Ἀναβολεὺϲ καὶ ἡ παρὰ Ῥωμαίοιϲ λεγομένη ϲκάλα. καὶ αὖθιϲ· ὁ δὲ Μαϲϲία γηράϲαϲ ἵππου χωρὶϲ ἀναβολέωϲ ἐπέβαινεν. 1812 Ἀναβολή: ἀνοχή. Αἰλιανόϲ· Λοξίαϲ δὲ καὶ Ζεὺϲ πατὴρ ἀναβολὴν θανάτου ἐψηφίϲαντο Φαλάριδι ἔτη δύο, ἀνθ᾿ ὧν ἡμέρωϲ Χαρίτωνι καὶ Μελανίππῳ προϲηνέχθη. 1813 Ἀναβράϲϲουϲιν: ἀναδιδοῦϲιν. 1814 Ἀνάβραϲτα: ἑψημένα, ζεϲτά. Ἀριϲτοφάνηϲ Βατράχοιϲ· καὶ κρέα γε πρὸϲ τούτοιϲ ἀνάβραϲτ᾿ εἴκοϲιν.