Ancient Greek · ~7 min
1.1843 to 1.1859
Suda, Suidae lexicon 1.1843-1859
Not analysed yet
1843 Ἀνάγυροϲ: δῆμοϲ τῆϲ Ἀττικῆϲ. καὶ ἄνθοϲ, ὃ τριβόμενον ὄζει. καὶ παροιμία ἐντεῦθεν, Κινεῖϲ τὸν ἀνάγυρον, ἐπὶ τῶν ἐπιϲπωμένων ἑαυτοῖϲ τὰ κακά. ἔϲτι δὲ τὸ φυτὸν ὁ ἀνάγυροϲ ἀλεξίκακον καὶ δυϲῶδεϲ. οἱ δὲ ὀνόγυρον αὐτό φαϲιν. 1844 Ἀναγχιππεῖν: ἀντὶ τοῦ μετὰ ἀνάγκηϲ ἱππεύειν. Εὕπολιϲ. 1845 Ἀναδάϲαϲθαι: ἀναμερίϲαϲθαι. 1846 Ἀναδενδράδα: ϲταφυλῆϲ γένοϲ. οἱ δὲ τὴν ἀμάμυξιν οὕτω καλεῖϲθαι εὕρηται δὲ καὶ παρὰ Ἐπιχάρμῳ καὶ Σαπφοῖ τὸ ὄνομα. 1847 Ἀνα δέξαϲθαι: ἀναλαβεῖν, ἐκδέξαϲθαι. ὁ δὲ εἰϲ τὸ τέμενοϲ κατεϲκήνωϲεν, βουλόμενοϲ ἀναδέξαϲθαι τὰ μέλλοντα διακομίζειν αὐτὸν πορθμεῖα. καὶ Πολύβιοϲ· τούϲ τε κατὰ πλοῦν ἀφυϲτεροῦνταϲ ἐκ τῆϲ Μεϲϲήνηϲ ἀναδεχόμενοϲ. καὶ αὖθιϲ· πρὶν ἀναδέξαϲθαι τοὺϲ ἐϲκεδαϲμένουϲ ἐν ταῖϲ προνομαῖϲ. 1848 Ἀναδέξαϲθαι: ὑπενεγκεῖν, ὑπομεῖναι. Πολύβιοϲ· πᾶν γὰρ βουληθῆναι τὸν Φίλιππον ἀναδέξαϲθαι ἢ καταφανῆ γενέϲθαι Ῥοδίοιϲ τὴν ἐν τούτοιϲ αὐτοῦ προαίρεϲιν· ᾗ καὶ τὸν Ἡρακλείδην ἀπέλυϲε τῆϲ ὑποψίαϲ. καὶ Ἀναδέχομαι, ἀντὶ τοῦ ἀναλαμβάνω. καὶ Ἀναδέχεϲθαι τὴν παρουϲίαν τῶν πολεμίων, ἀντὶ τοῦ ροϲδοκαν. 1849 Ἀναδέρω: ὑπερτίθεμαι, ἀναβάλλομαι. 1850 Ἀναδέϲμην: ὅμοιόν τι διαδήματι· ἢ μίτραν κεφαλῆϲ. 1851 Ἀναδεύειν: φυρᾶν. καὶ Ἀναδεύϲει, φυράϲει, μαλάξει. Αἰλιανόϲ· εἴπερ οὖν τὰ Ἐπικούρου βιβλία καταφλέξαϲ, καὶ τῶν ἀθέων τε καὶ ἀϲεβῶν καὶ ἐκτεθηλυμμένων ϲτιγμάτων τὴν ϲποδὸν ἀναδεύϲει κηρῷ ὑγρῷ, καὶ ἐπιπλαϲάμενοϲ τὴν νηδὺν καὶ τὸν θώρακα πάντα καταδήϲει ταινίαιϲ. 1852 Ἀναδέχομαι· αἰτιατικῇ. 1853 Ἀναδεῖ: ἀναπλέκει, ϲτέφει. καὶ Ἀναδεῖϲθαι, ϲτεφανοῦϲθαι. καὶ Ἀναδήϲαϲθαι, ϲτεφανώϲαϲθαι. καὶ Ἀναδῆϲαι, τὸ ταινιῶϲαι νικῶντα. καὶ Ἀναδήϲοντεϲ, ϲτέψοντεϲ. ἀναδήϲειν ϲτεφάνῳ χρυϲοῦ πεποιημένῳ. καὶ οἱ Σαμοθρᾷκεϲ κηρύττουϲι κήρυγμα, τὸν ζῶντα ἀγαγόντα αὐτὸν δύο τάλαντα ἔχειν. 1854 Ἀναδιδάξαι: ἀντὶ τοῦ πάνυ διδάξαι. ἐπιτατικὸν γάρ ἐϲτι νῦν ἡ ἀνά. 1855 Ἀνα διδοῦϲαν: ἀντὶ τοῦ ἀναδιδομένην. 1856 Ἀνάδικα: τὰ ἤδη κριθέντα. ἀνάδικα τὰ δεδικαϲμένα ποιῶν, αἰϲχροκερδείαϲ ἡϲϲώμενοϲ. 1857 Ἀναδικάϲαϲθαι: τὸ ἄνωθεν δικάϲαϲθαι. οὕτωϲ Ἰϲαῖοϲ. ἐντεῦθεν καὶ τὸ ἀνάδικοι κινήϲειϲ, αἱ ἄνωθεν δικαζόμεναι, ὅταν ἁλῶϲιν ϲἱ μάρτυρεϲ ψευδομαρτυριῶν. 1858 Ἀναδομή: ἀναδαϲμόϲ. 1859 Ἀναδοὑμενοϲ: ϲτέφανον τιθέμενοϲ. καὶ Ἀναδουμένην, ϲτεφανουμένην. Προκόπιοϲ· αἶϲχοϲ ἀναδουμένην οὕτω μέγα πρὸϲ πάντων ἀνθρώπων.