Ancient Greek · ~1 min
1.1860 to 1.1861
Suda, Suidae lexicon 1.1860-1861
Not analysed yet
1860 Ἀναδούμενοϲ· ὁ δὲ τρυφερὸϲ ἐκεῖνοϲ καὶ ἁβρὸϲ καὶ ὑπὸ μαλακίαϲ τοῦ ϲώματοϲ κατεαγὼϲ καὶ λελυγιϲμένοϲ καὶ τὰϲ κόμαϲ ἀναδούμενοϲ, ὥϲπερ αἱ τῶν ἑταιρίδων ἀϲελγέϲτεραι, καὶ μυροϲταγὲϲ ἔχων ἀεὶ τὸ μέτωπον καὶ τοὺϲ βοϲτρύχουϲ. 1861 Ἀνάδοχον, οὐκ ἀναδοχέα λέγουϲιν. Μένανδροϲ Χήρᾳ· πρὸϲ τὴν ἀδελφὴν ἀνάδοχον τῶν χρημάτων.