Ancient Greek · ~4 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.185
Not analysed yet
185 Βάττοϲ: ὄνομα κύριον. ἰϲχνόφωνοϲ καὶ τραυλόϲ. πόλιϲ ἦν Κρητικὴ Ὁαξόϲ, ἐν τῇ Ἐτέαρχοϲ βαϲιλεὺϲ, ὃϲ ἐπὶ θυγατρὶ ἀμήτορι. τῇ οὔνομα ἦν Φρονίμη· παρέχουϲά τε κακὰ καὶ πᾶν ἐπ’ αὐτῇ μηχανωμένη,: καὶ τέλοϲ μαχλοϲύνην ἐπενεγκοῦϲά οἱ πείθει τὸν ἄνδρα ταῦτα ἔχειν οὕτωϲ. ὁ δὲ ἀναγνωϲθεὶϲ ὑπὸ τῆϲ γυναικὸϲ ἔργον οὐχ ὅϲιον ἐμηχανᾶτο ἐπὶ τῇ θυγατρί. ἦν γὰρ δὴ Θεμίϲων ἀνὴρ Θηραῖοϲ ἔμποροϲ ἐν τῆ Ὁαξῷ· τοῦτον ὁ Ἐτέαρχοϲ παραλαβὼν ἐπὶ ξεινίᾳ ἐξορκοῖ ἦ μέν οἱ διηκονήϲειν ὅ τι ἄν δεηθείη. ἐπεί τε δὴ ἐξώρκωϲεν, ἀγαγών οἱ παραδιδοῖ τὴν ἑαυτοῦ θυγατέρα καὶ ταύτην ἐκέλευε καταποντῶϲαι ἀπαγαγόντα. ὁ δὲ Θεμίϲων περιεμέκτηϲεν ἐν τῷ πελάγει, καὶ ἀφοϲιούμενοϲ τὴν ἐξόρκωϲιν τοῦ Ἐτεάρχου ϲχοινίοιϲ αὐτὴν διαδήϲαϲ καθῆκεν ἐϲ τὸ πέλαγοϲ, ἀναϲπάϲαϲ δὲ ἀφίκετο ἐϲ τὴν Θήραν. ἐντεῦθεν δὲ τὴν Φρονίμην παραλαβὼν Πολύμνηϲτοϲ, ἐὼν τῶν Θηραίων ἀνὴρ δόκιμοϲ, ἐπαλλακεύετο. χρόνου δὲ περιιόντοϲ ἐξεγένετό οἱ παῖϲ ἰϲχνόφωνοϲ καὶ τραυλὸϲ, τῷ οὔνομα ἐτέθη Βάττοϲ.