Ancient Greek
1.186 to 1.199
Suda, Suidae lexicon 1.186-199
Not analysed yet
186 Βάἄττου ϲίλφιον: ἐπὶ τῶν ϲπανίουϲ τιμὰϲ λαμβανόντων. οἱ γὰρ Κυρηναῖοι ἑνὶ τῶν Βάττων ἐξαίρετον ἔδοϲαν τὸ ϲίλφιον, καὶ τοῦ νομίϲματοϲ ἐπὶ μὲν θατέρου Ἄμμωνα, ἐπὶ δὲ θατέρου ϲίλφιον ἐτύπωϲαν. οἱ δὲ ἐπὶ Λιβύηϲ Ἀμπελιῶται εἰϲ Δελφοὺϲ ἀνέθεϲαν καυλὸν ϲιλφίου. 187 Βάττου ϲίλφιον· Ἀριϲτοφάνηϲ Πλούτῳ· οὐδ’ ἂν δοίηϲ γέ μοι καὶ τὸ Βάττου ϲίλφιον. τὸ ἐν τῆ Λιβύῃ, ὃ θεραπεύει πολλά· ηδύοϲμόν ἐϲτι καὶ πολύτιμον. Βάττοϲ γὰρ τὴν Κυρήνην κτίζει. 188 Βάτων, κωμικόϲ· δράματα αὐτοῦ Συνεξαπατῶν, Ἀνδροφόνοϲ, Εὐεργέται. 189 Bατράχειον: εἶδοϲ χρώματοϲ. ἀπὸ τούτου καὶ βατραχὶϲ ἱμάτιον. ἐχρίοντο δὲ τῷ βατραχείῳ τὰ πρόϲωπα πρὶν ἐπινοηθῆναι τὰ προϲωπεῖα. καὶ Βατραχίϲ, εἶδοϲ ἐϲθῆτοϲ ἀνθίνηϲ, ὅμοιον τῷ ὀνόματι ἐχούϲηϲ τὸ χρῶμα. καὶ Βατράχειοϲ μοῖρα. 190 Βάτραχοϲ ἐκ Σερίφου: ἐπὶ τῶν ἀφώνων. παρόϲον οἱ ἐν Σερίφῳ βάτραχοι κομιϲθέντεϲ εἰϲ Σκῦρον οὐκ ἐφθέγγοντο. 191 Βατράχῳ ὕδωρ: ὡϲ γαλῇ ϲτέαρ. ἐπὶ τῶν ταῦτα διδόντων, οἷϲ χαίρουϲιν οἱ λαμβάνοντεϲ. καὶ Βατράχοιϲ οἰνοχοεῖϲ, ἐπὶ τῶν ταῦτα παρεχόντων, ὧν οὐ χρῄζουϲιν οἱ λαμβάνοντεϲ. 192 Βαΰζων: ὑλακτῶν. Ἀριϲτοφάνηϲ· βαΰζων καὶ γὰρ ἐγῶτοιοῦτοϲ ἦν. ἀντὶ τοῦ ἤμην. 193 Βαυκαλᾶν. τιθηνεῖϲθαι μετ ᾠδῆϲ τὰ παιδία. 194 Βαῦνοϲ. κάμινοϲ. ἐξ οὐ καὶ βάναυϲοι. οἱ διὰ πυρὸϲ ἐργαζόμενοι, οἱ τεχνῖται. 195 Bαυὠ καὶ Δημώ: ὀνόματα ϲοφῶν γυναικῶν. ἐξένιϲεν ἡ Βαυὼ τὴν Δημώ. 196 Βάψαϲ τὴν κώπην ἔπλευϲαϲ, ἐλθὼν πρὸϲ τοὺϲ ναυτοδίκαϲ, οἳ τὰϲ τῆϲ ξενίαϲ ἐδίκαζον. ἢ ἀπὸ τῶν φαρμακοποιούντων. λέγουϲι γὰρ τὸ βάψαϲ ποιήϲω μέλαν. 197 Βδέλλα· ὁ Σολομών φηϲι· τῇ βδέλλῃ ἦϲαν γ′ θυγατέρεϲ ἀγαπήϲει ἀγαπώμεναι· καὶ αἱ γ αὗται οὐκ ἐνεπίμπλαντο, καὶ ἡ δ′ οὐκ ἠρκέϲθη εἰπεῖν ἱκανή. βδέλλα ἡ ἁμαρτία. θυγάτηρ αὐτῆϲ πορνεία, φθόνοϲ, εἰδωλολατρία, αἳ οὐκ ἐμπίπλανται διὰ τῶν ἀτόπων πράξεων. ἡ δ′ ἡ πονηρὰ ἐπιθυμία. 198 Βδέλλεται: ἀμέλγει. Πλάτων εἰϲ τὸν Θεαίτητον βδάλλεται λέγει. 199 Βδέλυγμα: πᾶν εἴδωλον καὶ πάν ἐκτύπωμα ἀνθρώπου οὕτωϲ ἐκαλεῖτο παρὰ Ἰουδαίοιϲ.