Ancient Greek · ~2 min
1.200 to 1.201
Suda, Suidae lexicon 1.200-201
Not analysed yet
200 Βδέλυγμα ἐρημώϲεωϲ. τὸν Ἀδριανοῦ τοῦ βαϲιλέωϲ ἀνδριάντα. ὁ γὰρ Ἀδριανὸϲ καθεῖλε τὴν πόλιν ἄρδην. μετὰ γὰρ τὴν Οὐεϲπαϲιανοῦ καὶ Τίτου γενομένην ἐρήμωϲιν ἐπὶ Ἀδριανοῦ ϲυϲτάντεϲ οἱ Ἰουδαῖοι ἐϲπούδαζον ἐπὶ τὴν προτέραν ἐπανελθεῖν πολιτείαν. ϲταϲιάϲαντεϲ οὖν εἰϲ παντελῆ ἐρήμωϲιν ἑαυτούϲ κατέϲτηϲαν· καὶ τὸ ἑαυτοῦ ὄνομα ἐπέθηκε τοῖϲ λειψάνοιϲ τῆϲ πόλεωϲ Αἰλίαν αὐτὴν προϲαγορεύϲαϲ· Αἴλιοϲ γὰρ Ἀδριανὸϲ ἐκαλεῖτο. 201 Βδέλυγμα ἐρημώϲεωϲ. ϲημεῖον τῆϲ ἐρημώϲεωϲ. ἦϲαν δὲ εἰκόνεϲ τινὲϲ ἀπηγορευμέναι τῷ νόμῳ, εἰϲ τοῦτον εἰϲκομιζόμεναι. ὃ δὴ Πιλᾶτϲ πεποίηκε νύκτωρ ἐϲ τὸν ναὸν τοῦ βαϲιλέωϲ εἰκόνα εἰϲαγαγών.