Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.1862
Not analysed yet
1862 Ἀναδρομαί: ἀναβάϲειϲ. ἀναδρομὴ γίγνοιτο, κοὐ ϲφαλλόμεθα. δεῖ πρόχειρον ἔχειν ἀεὶ τὸν ϲτίχον τοῦτον. τοῦτο μὴ ποιήϲαϲ Λεύκιοϲ ὁ Ῥωμαῖοϲ μεγάλωϲ ἐϲφάλη. οὕτω παρ᾿ ὀλίγον ϲφάλλεται τὰ μέγιϲτα τῶν πραγμάτων ἀγομένων ἀκριϲίᾳ. ἱκανὰ τῶν τοιούτων ὑποδείγματα τοῖϲ εὖ φρονοῦϲιν ἥ τε Πύρρου τοῦ τῶν Ἠπειρωτῶν βαϲιλέωϲ βία καὶ πάροδοϲ εἰϲ Ἄργοϲ ἥ τε Λυϲιμάχου ϲτρατιὰ διὰ τῆϲ Θρᾴκηϲ ἐπὶ Δρομιχαίτην τὸν βαϲιλέα τῶν Ὀρδυϲϲῶν· καὶ πολλὰ δὴ τούτοιϲ ἕτερα παραπλήϲια.