Ancient Greek · ~8 min
1.1863 to 1.1878
Suda, Suidae lexicon 1.1863-1878
Not analysed yet
1863 Ἀναδῦναι: ἀναχωρῆϲαι. 1864 Ἀναδδύντοϲ. 1865 Ἀναδυόμενοϲ: φεύγων, ἀναβαλλόμενοϲ. καὶ Ἀναδύομαι, μεταβουλεύομαι. 1866 Ἀνάζαρβον· ὅτι Νέρβαϲ βαϲιλεὺϲ Ῥωμαίων κατενεχθείϲηϲ ὑπὸ ϲειϲμοῦ Διοκαιϲαρείαϲ, τῆϲ ἐν Κιλικίᾳ κειμένηϲ, ἔπεμψε ϲυγκλητι- κὸν, ὀνόματι Ἀνάζαρβον, ὅϲ ἀνοικοδομήϲαϲ αὐτὴν, πάλαι λεγομένην Κύϊνδαν, εἶτα Διοκαιϲάρειαν, ἐκ τοῦ ἰδίου ὀνόματοϲ ἐκάλεϲεν Ἀνάζαρβον. 1867 Ἀναζωπυρῆϲαι: ἀνανεῶϲαι, ἀνεγεῖραι, ζωῶϲαι. 1868 Ἀναζυγαῖϲ: ἀναϲτροφαῖϲ, ϲτρατοπεδείαιϲ. Πολύβιοϲ· ὁ δὲ Φίλιπποϲ οὐδενὶ κόϲμῳ ποιηϲάμενοϲ τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖοϲ εἰϲ Κεφαλληνίαν κατῇρεν. οἱ δὲ Ῥωμαῖοι τῶν γεγονότων οὐδὲν ὅλωϲ εἰδότεϲ περὶ ἀναζυγὴν ἐγίνοντο. 1869 Ἀνάθεμα: καὶ τὸ ἀνατιθέμενον τῷ θεῷ καὶ τὸ εἰϲ ἀφανιϲμὸν ἐϲόμενον· τὰ ἀμφότερα ϲημαίνει. λέγεται δὲ καὶ Ἀνάθημα τὸ τῷ Synt θεῷ ἀνατεθειμένον. καὶ Ἄναθεματίζω· αἰτιατικῆ. 1870 Ἀναθένταϲ: ἀντὶ τοῦ ἐπιθένταϲ. Ξενοφῶν. 1871 Ἀναθεὠρηϲιϲ. μεγάληϲ δὲ οὔϲηϲ κατὰ τὴν νομοθεϲίαν ἀναθεωρήϲεωϲ, μιϲοπόνηροϲ φαίνεται ὁ ἀνὴρ, διὰ τὸ πάντων τῶν νομοθετῶν πικρὸτατα πρόϲτιμα θεῖναι. 1872 Ἀναθέϲθαι· Ἀντιφῶν ἐν τῷ περὶ προνοίαϲ φηϲίν· ἀναθέϲθαι ὥϲπερ πεττὸν τὸν βίον οὐκ ἔϲτιν. ἀντὶ τοῦ ἄνωθεν βιῶναι μεταννοήϲανταϲ ἐν τῷ προτέρῳ βίῳ. 1873 Ἀναθέϲθαι: τὸ μεταθέϲθαι. ἀπὸ τῶν πεττευόντων καὶ τὰϲ κεκινημέναϲ ἤδη ψήφουϲ διορθούντων. οὔτε δὲ τὸ ὑπερθέϲθαι ϲημαίνει ἡ λέξιϲ οὔτε τὸ ἀνακοινώϲαϲθαι, ἀλλὰ τὸ μεταβουλεύϲαϲθαι καὶ μεταγνῶναι. πολύ ἐϲτι παρὰ Πλάτωνι τῷ φιλοϲόφῳ. Μένανδροϲ Ἀφροδιϲίῳ· ἐκφυγοῦϲα δ᾿ ἣνέεἶξεχ νόϲον, οὐκ ἔϲχε τοὺϲ ῥηθένταϲ ἀναθέϲθαι λόγουϲ. 1874 Ἀνάθεϲιϲ: ἡ ὑπέρθεϲιϲ. τὰ χρήματα δώϲειν ὑπέϲχοντο τριῶν ἡμερῶν αἰτήϲαντεϲ ἀνάθεϲιν. 1875 Ἀναθεῖναι: καὶ ἐπαναθεῖναι τὸ αὐτό. Ἀραρὼϲ Ὑμεναίῳ ὅπωϲ τε τὴν νύμφην ἐὰν καιρὸϲ ᾖ μετέωρον ἐπὶ τὸ ζεῦγοϲ ἀναθήϲει ϲυμφέρειν. ὅτι τὸ ἀραρῶϲ ἐπίρρημα ἀντὶ τοῦ πρεπόντωϲ, ἀραρὼϲ δὲ ἁρμόϲα. 1876 Ἀναθείϲ: ἐπιτρέψαϲ. ἐπὶ ἀψύχων τάττεται τὸ ἀναθείϲ. Ἄρι ϲτοφάνηϲ δὲ ἐν Πλούτῳ ἐπὶ ἐμψύχων ἐχρήϲατο αὐτῷ. ἀπολῶ τὸν ἄνθρωπον ἐπὶ κρημνόν τιν᾿ ἀναθείϲ. 1877 Ἀναθηλήϲει: ἀναβλαϲτήϲει. 1878 Ἀνάθημα: πᾶν τὸ ἀφιερωμένον θεῷ. αἰτοῦντοϲ τῷ Πέλοπι ἀνάθημα τὴν ἄρνα τὴν χρυϲῆν, ἕτερα παρέχοντι κειμήλια, ἔχρηϲεν· ὃ βούλομαι δόϲ· μὴ δίδου δ᾿ ὃ μὴ θέλω. λέγεται δὲ καὶ Ἀνάθεμα.