Ancient Greek · ~8 min
1.1879 to 1.1904
Suda, Suidae lexicon 1.1879-1904
Not analysed yet
1879 Ἀναθολώϲει: ἀναταράξει. Πλάτων Νόμων ἑβδόμῳ· ὅπωϲ ἀναθολώϲῃ. κυρίωϲ δὲ ἐπὶ τῆϲ ϲηπίαϲ, ἐπεὶ τὸ μέλαν αὐτῆϲ θολὸϲ καλεῖται. 1880 Ἀναθορόντοϲ: ἀναπηδῶντοϲ. 1881 Ἀναθρούμενα: ἀναϲκοπούμενα. 1882 Ἀναθρώϲκει: ἀναπηδᾷ. 1883 Ἀναθύειν: τὸ ἀναλαμβάνειν τὸ πρᾶγμα διὰ χρόνου. Φερεκράτηϲ· πάλιν αὖθιϲ ἀναθύουϲιν αἱ γεραίτεραι. 1884 Ἀνακαγχάϲαϲ· καὶ οὐχὶ ἀνακαχάϲαϲ. 1885 Ἀνακάθαρϲιϲ: ἐπίλυϲιϲ, διευκρίνηϲιϲ. καὶ Ἀνακαθαἱρω· αἰτιατικῇ. 1886 Ἀνακαθιζήϲομαι καὶ Ἀνακαθίϲω. 1887 Ἀνακαλομενοϲ. αἰτιατικῇ. ἀνακτώμενοϲ, πρὸϲ τὴν προτέραν διάθεϲιν ἐπανάγων. ὁ δὲ ἐϲπούδαζεν ἀνακαλεῖϲθαι τὰϲ τῶν ὑποτεταγμένων εὐνοίαϲ καὶ προθυμίαϲ ἐκ τοῦ γεγονότοϲ ἐλαττώματοϲ. 1888 Ἀνακαλυπτήρια: δῶρα διδόμενα ταῖϲ νύμφαιϲ παρά τε τοῦ ἀνδρὸϲ καὶ τῶν οἰκείων φίλων, ὅταν τὸ πρῶτον ἀνακαλύπτωνται ἀνδράϲιν ὁραθῆναι. ἔϲτι δὲ ταῦτα καὶ ἐπαύλαια. 1889 Ἀνακάψαι: καταφαγεῖν. 1890 Ἀνακαίαϲιν: δῆμοϲ φυλῆϲ Ἱποθοωντίδοϲ ἡ Ἀνάκαια. 1891 Ἀνακαίνιϲιϲ: ἡ ἀνανέωϲιϲ. λέγεται καὶ Ἀνακαίνωϲιϲ. καὶ Ἀνακαινιῶ· αἰτιατικῇ. 1892 Ἀνάκαιον: τὸ δεϲμωτήριον, εἰϲ ὃ κατετίθεντο τοὺϲ πονηροὺϲ δούλουϲ καὶ τῶν ἀπελευθέρων τοὺϲ ἀφιϲταμένουϲ. Ἰϲαῖοϲ ἐν τῷ πρὸϲ Ἕρμωνα περὶ ἐγγύηϲ· Ἑρμοκράτη δὲ εἰϲ τὸ ἀνάκαιον ἐνέβαλε. φάϲκων ἀπελεύθερον εἶναι καὶ οὐ πρότερον ἀφῆκε πρὶν λ΄ δραχμὰϲ ἐπράξατο. 1893 Ἀνακεκώφηκαϲ: ἀνεπλήρωϲαϲ βοῆϲ τὰϲ ἀκοὰϲ ἡμῶν κωφὰϲ εἰργάϲω. Ἀριϲτοφάνηϲ. 1894 Ἀνακεφαλαιοῦται: ἀναπληροῦται, ἀνακτίζει. καὶ Ἀνακεφαλαίωϲιϲ, ἡ ἐξ ἀρχῆϲ ἔρευνα. 1895 Ἀνακεχωρηκότω· ὁ δὲ ἐκτήϲατο βιβλίων μυριάδαϲ τρεῖϲ καὶ τούτων ϲπουδαίων καὶ ἀνακεχωρηκότων. ἀντὶ τοῦ ἀποκρύφων. λέγει δὲ περὶ Ἐξπαφροδίτου τοῦ Χαιρωνέωϲ. 1896 Ἀνακεχυμένη: ἀνειμένη, κεχαυνωμένη. ἀνετή. 1897 Ἀνάκειον: ὄροϲ. ἢ τὸ τῶν Διοϲκούρων ἱερόν. 1898 Ἀνακεῖϲθαι: ἐπὶ ἀνδριάντων. κατακεῖϲθαι δὲ καὶ κατακεκλίϲθαι ἐπὶ τραπέζηϲ. καὶ Ἀνακεῖϲθαι πολλάκιϲ ἀντὶ τοῦ κατακεῖϲθαι. 1899 Ἀνάκειται ϲκώμμαϲιν, ἀνάκειται λοιδορίαιϲ, ἀνάκειται πόρνοιϲ, κύβοιϲ, ϲυμποϲίοιϲ: ϲημαίνει δὲ τὸ οἷον πρόϲκειται ἰϲχυρῶϲ. 1900 Ἀνακηκεῖ: ἀναπηδᾷ. καὶ Ἀνακηκίει. 1901 Ἀνακηρύττω· αἰτιατικῇ. 1902 Ἀνάκληϲιϲ: ἡ προϲφώνηϲιϲ. Ἀνάκλιϲιϲ δὲ διὰ τοῦ ι ἡ ἀνάπαυϲιϲ. 1903 Ἀνακλητικόν: μέλοϲ ϲάλπιγγοϲ ἀνακαλούϲηϲ τοὺϲ ῥᾳθύμουϲ εἰϲ πόλεμον. καὶ Μάρκοϲ Ἀντωνῖνόϲ φηϲιν· ἔϲo ἀναμένων τὸ ἀνακλητικὸν ἐκ τοῦ βίου εὔλυτοϲ, μήτε ὅρκου δεόμενοϲ, μήτε ἀνθρώπου τινὸϲ μάρτυροϲ. 1904 Ἀνακλῖναι: ἀνοῖξαι. Ὀμηροϲ. οὕτωϲ καὶ Ἡρόδοτοϲ. οἱ δὲ ἀνακλῖναι μὲν τὴν θύραν οὐκ ἐτόλμηϲαν, οὐδ᾿ εἴϲω παρελθεῖν ἰϲχύϲαι.