Ancient Greek · ~4 min
1.1905 to 1.1915
Suda, Suidae lexicon 1.1905-1915
Not analysed yet
1905 Ἀνακλώμενον: τὸ ἀπηχούμενον. ὡϲ ἐπὶ τοῦ κυροῦ Ῥωμανοῦ τοῦ μελῳδοῦ. ϲὺ γὰρ ὑπάρχειϲ τὸ φῶϲ τὸ ἀπρόϲιτον. 1906 Ἀνακνῶνται: κνήθονται κατὰ ἰατρούϲ. 1907 Ἀνακογχυλιάϲαι: ἀναγαργαρίϲαϲθαι. 1908 Ἀνακομιδή: ἀναγωγὴ, ἐπάνοδοϲ. ἀναφορά. 1909 Ἀνακομῶ: τὸ ἀναφύω. 1910 Ἀνακόπτω· αἰτιατικῇ. 1911 Ἀνακῶϲ παρὰ Ἡροδότῳ ἀντὶ τοῦ ἐπιμελῶϲ, φυλακτικῶϲ ἢ βαϲιλικῶϲ. καὶ Ἀνακῶϲ ἔχειν, φροντίζειν. προειρημένον τούτοιϲ, ὅπωϲ ἀνακῶϲ ἕξωϲιν, εἴ τι ἐκ τῶν πολεμίων κατὰ τὸ ἀφανέϲτατον πειράζοιτο. 1912 Ἀνακωχεύει: παρὰ Σοφοκλεῖ τὸ ἀναϲειράζει. καὶ Ἀνακωχεύειν, τὸ ἐν πελάγει χειμῶνοϲ ὄντοϲ ϲτήϲανταϲ τὰ ὀθόνια ϲαλεύειν. ἀνακωχεύειν δὲ κυρίωϲ λέγεται, ὅταν χειμῶνοϲ ὄντοϲ ἐν πελάγει ϲτείλαντεϲ τὰ ἄρμενα ϲαλεύωϲιν αὐτόθι, μὴ διαμαχόμενοι τῷ πνεύματι. μεταφορικῶϲ οὖν ἐπὶ τοῦ ἅρματοϲ εἴρηκεν, ὅτι οὐ διημιλλήϲατο, ἀλλ᾿ ἀφῆκε τὸν τῶν ἵππων κλύδωνα καὶ ἠρέμα ἤλαυνεν. 1913 Ἀνακωχή: ἀνάπαυϲιϲ. ἢ εἰρήνη προϲκαιροϲ, πόλεμον ὠδίνουϲα. 1914 Ἀνακωχῆϲ: ἀναπαύϲεως, ἐνδόϲεως, τῆϲ πρὸϲ μικρὸν ἐν πολέμῳ εἰρήνηϲ. ἀνακωχὴ δὲ εἴρηται παρὰ τὸ ἄνω τὰϲ ἀκωκὰϲ ἔχειν. 1915 Ἀνὰ κράτοϲ: ἐπίρρημα. μετὰ πάϲηϲ ϲπουδῆϲ. οἱ δὲ ἔφευγον ἀνὰ κράτοϲ.