Ancient Greek · ~2 min
Book 1, Chapter Γ
Suda, Suidae lexicon 1.195
Not analysed yet
195 Γεραίτεροϲ. παλαιότεροϲ. λόγοϲ τέ τοί τίϲ ἐϲτι τῶν γεραιτέρων, ὅϲ’ ἀνόητα χ’ ἡ μῶρα βουλευϲώμεθα, ἅπαντ’ ἐπὶ τὸ βέλτιον ἡμῖν ξυμφέρειν. Ποϲειδῶν γὰρ καὶ Ἀθηνᾶ ἐφιλονείκηϲαν περὶ τῆϲ Ἀττικῆϲ, καὶ νικῆϲαι τὴν Ἀθηνᾶν. ἡττηθέντα δὲ τὸν Ποϲειδῶνα καὶ λυπηθέντα καταράϲαϲθαι τῆ πόλει καὶ λέγειν αὐτὸν, ὅτι γένοιτο τοὺϲ Ἀθηναίουϲ ἀεὶ κακῶϲ βουλεύεϲθαι. ἀκούϲαϲαν δὲ τὴν Ἀθηνᾶν τῆϲ κατάραϲ προϲθεῖναι, ὅτι κακῶϲ βουλεύεϲθαι καὶ ἐπιτυγχάνειν.