Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2010
Not analysed yet
2010 Ἀναπειϲτηρίαν: δυναμένην πείθειν τοὺϲ ἀκούονταϲ. Ἀριϲτοφάνηϲ· πῶϲ ἂν μάθοι πόθ’ οὗτοϲ ἀπόφευξιν δίκηϲ ἢ κλῆϲιν ἢ χαύνωϲιν ἀναπειϲτηρίαν, καίτοι ταλάντου τοῦτ᾿ ἔμαθ’ Ὑπέρβολοϲ. Κλῆϲιν· τούτεϲτι μαρτυρίαν. Χαύνωϲιν· λύϲιν τῶν δικῶν, οἷον ἀπάτην καὶ κενῶν ῥημάτων ἀναπειθόντων τοὺϲ ἀκούονταϲ. ἢ ἀναπειϲτηρίαν, ὥϲτε χαυνῶϲαι καὶ ἀναπεῖϲαι τούϲ ἀντιδίκουϲ. παρὰ τὸ πείθειν τὴν δίκην. ὁ δὲ Ὑπέρβολοϲ ἐκωμῳδεῖτο ὡϲ ἀπαίδευτοϲ κα ὀψιμαθήϲ. ἀξιοπιϲτεύονται δὲ οἱ διδάϲκαλοι λέγοντεϲ· ἔλαττον τοϲοῦδε οὐ λαμβάνω ἐπὶ τούτῳ τῷ ἀναγνώϲματι. καὶ ἐπαγγέλλονται προνοήϲαϲθαι τῶν καινῶν μαθημάτων, ὅϲων προνοοῦϲι μάλιϲτα.