Ancient Greek · ~2 min
Book 1, Chapter B
Suda, Suidae lexicon 1.202
Not analysed yet
202 Βδέλυγμα ἐρημώϲεωϲ· ὅτι Ἀντίοχοϲ ὁ Ἐπιφανὴϲ, υἱὸϲ Σελεύκου τοῦ Φιλοπάτοροϲ, ἀνὴρ ὑπάρχων δεινὸϲ καὶ πλεονέκτηϲ· ὃϲ παραλαβὼν τὴν πόλιν δορυάλωτον ἀνεῖλε μυριάδαϲ ιη. κατατολμήϲαϲ οὖν καὶ εἰϲ τὸ ἁγίαϲμα εἰϲελθὼν ἐν ὑπερηφανίᾳ πολλῇ καὶ ϲτήϲαϲ βωμὸν καὶ εἴδωλον βδέλυγμα ἐρημώϲεωϲ καὶ τὸν ναὸν μιάναϲ δι’ ἀκαθάρτων θυϲιῶν ἱερὸν Διὸϲ Ὀλυμπίου προϲηγόρευϲεν· καὶ τοὺϲ μὴ ἀπογευομένουϲ τῶν χοιρείων κρεῶν ἀνήρει. ἐφ’ οὗ καὶ οἱ ἅγιοι ξακκαβαῖοι ἀνῃρέθηϲαν. οἱ δὲ λέγουϲιν Ἀδριανὸν ϲτῆϲαι τὸν ἀνδριάντα ζήτει τὴν καταϲκευὴν τοῦ τοιούτου ἀγάλματοϲ ἐν τῷ Ἀντίοχοϲ.