Ancient Greek · ~1 min
1.2011 to 1.2014
Suda, Suidae lexicon 1.2011-2014
Not analysed yet
2011 Ἀναπηδῶν· καὶ οὐδετέρωϲ διὰ τοῦ ω μεγάλου. 2012 Ἀναπήλαϲ: ἀνακινήϲαϲ. ὁ δὲ διὰ τοῦ κοντοῦ ὅϲον πρὸϲ τῇ ἀκωκῇ ἀναπήλαϲ ἐϲ ὕψοϲ καὶ περιενεγκὼν, ὡϲ ἄν τιϲ δόρυ τὸ κουφότατον περιφέρῃ, τῇ αἰχμῇ διαπείρων τὸ μετάφρενον κατεργάζεται. 2013 Ἀναπηνίζω: ἀναλέγομαι, ἐκλύω, ἀνακυκλίω. 2014 Ἀναπηρίαν: οὕτωϲ Ἀριϲτοφάνηϲ Πλούτῳ.