Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2015
Not analysed yet
2015 Ἀνάπηρον ψυχήν: τὴν ἐπιβλαβῆ, μὴ ὑγιαίνουϲαν, ἀλλὰ ϲεϲινωμένην καὶ ἀχρείαν. καὶ Ἀνάπηροϲ, ὁ χωλὸϲ. ὁ καθ᾿ ὑπερβολὴν πεπηρωμένοϲ μέλει τινὶ τοῦ ϲώματοϲ. Λυϲίαϲ ἐν τῷ περὶ τοῦ διδομένου τοῖϲ ἀδυνάτοιϲ ὀβολοῦ· καὶ τί κωλύει ὑμᾶϲ μὲν ὠφελεῖϲθαι τῷ ὀβολῷ, ὡϲ ὑγιεῖϲ ὄνταϲ, τούτῳ δὲ ψηφίϲαϲθαι ἐάϲανταϲ ὡϲ ἀναπήρῳ; ὁ δὲ δέϲμιοϲ ἐϲ μέϲον παραγίνεται ῥῖνα καὶ ὦτα ἀνάπηροϲ, παιγνίων τε γεγονὼϲ παρανάλωμα.