Ancient Greek · ~8 min
1.2016 to 1.2042
Suda, Suidae lexicon 1.2016-2042
Not analysed yet
2016 Ἀναπιδύει τὸ ὕδωρ. 2017 Ἀναπίμπλαται: ἀναπληροῦται. 2018 Ἀναπίμπλαται: οὐ τὸ κατακλίνεϲθαι, ἀλλὰ τὸ μεταμέλεϲθαι καὶ μετατίθεϲθαι καὶ ἀποκνεῖν. Θουκυδίδηϲ α΄· καὶ νικώμενοι ἐπ’ ἐλάχιϲτον ἀναπίπτουϲιν. 2019 Ἀναπίπτειν τὸ ἀθυμεῖν λέγεται παρὰ τοῖϲ παλαιοῖϲ. ἀναπίπτειν ἐπὶ ψυχῆϲ ἐϲτιν, οἷον ἀθυμεῖν, ὀλιγωρεῖν. Κρατῖνοϲ δὲ ἐπὶ τῶν ἐρετῶν κέχρηται τῇ λέξει, ἐρεϲϲόντων καὶ ἀνακλινομένων. καὶ Ἀναπεϲεῖν, ἀνακλιθῆναι. 2020 Ἀναμπλάκητοι: αἱ εἰϲ μηδὲν ἁμαρτάνουϲαι, ἀλλὰ πάντων κρατοῦϲαι. ἢ ἄφυκτοι, ἀπλάνητοι, ἀπροϲπέλαϲτοι, ἀφανεῖϲ, ἃϲ οὐκ ἔϲτιν ἀποφυγεῖν. Σοφοκλῆϲ· δειναὶ δ’ ἅμ᾿ ἕπονται κῆρεϲ ἀναμπλάκητοι. τούτεϲτι τοῦ Λαΐου. 2021 Ἀνάπλαϲμα: ϲχῆμα. 2022 Ἀναπλάττομαι· πλάττομαι• καὶ Ἀναπλάττω· αἰτιατικῇ. 2023 Ἀνάπλεωϲ: ἔμπλεωϲ. 2024 Ἀναπλήϲαϲ. ἀναπληρώϲαϲ. ὁ δὲ Πλάτων ἀντὶ τοῦ μολύναϲ. 2025 Ἀναπνέοντεϲ: ἐν νῷ ἔχοντεϲ. καὶ οἱ μὲν ἀναπνέοντεϲ τὰ τοῦ βαϲιλέωϲ ἐπιτάγματα διέβαινον, οἱ δὲ βάρβαροι καίπερ ϲιγῇ προϲιόνταϲ ἤϲθοντο. 2026 Ἀναποδίζειν. τὸ ἐξετάζειν, ὡϲανεὶ ϲυγκρούειν. Ἡρόδοτοϲ. καὶ Ἀναποδιζόμενα, ἀντὶ τοῦ ἐξεταζόμενα. ἢ ἀντὶ τοῦ ἄνωθεν πολλάκιϲ τὰ αὐτὰ λεγόμενα ἢ πραττόμενα. 2027 Ἀναπόδοτοϲ· ὅτι ἡ δωρεὰ δόϲιϲ ἐϲτὶν ἀναπόδοτοϲ, ἡ δὲ δόϲιϲ γένοϲ τῆϲ δωρεᾶϲ. 2028 Ἀναπόδραϲτον: ἄφευκτον. καὶ Ἀναποδράϲτουϲ, τοὺϲ μὴ δυναμένουϲ φεύγειν. 2029 Ἀναποθήϲεται: καταποθήϲεται. 2030 Ἀναπολεῖ: ἀναμιμνήϲκεται. τάττεται δὲ καὶ ἐπὶ τοῦ μηρυκίζεϲθαι. Αἰλιανόϲ· μόνοϲ ὁ θαλάϲϲιοϲ ϲκάροϲ τὴν τροφὴν ἀναπολεῖ, ὥϲπερ καὶ τὰ βληχητὰ, ἃ δὴ μηρυκᾶται. 2031 Ἀναπολεῖ: ἀναπτύϲϲει. καὶ παροιμία• ἂν ἀπολῇϲ τοὺϲ ὤμουϲ ὕδωρ πτίϲϲων, ὁμοίωϲ ὕδωρ μένει• ἐπὶ τῶν ἀνήνυτα πονούντων. καὶ Ἀναπόληϲιϲ θηλυκόν. 2032 Ἀναποληκοῦν· τὸ εἴδωλον κροτοῦν τοῖϲ δακτύλοιϲ, ἀνακροταλοῦν, ὥϲτ᾿ ἀναποληκοῦν τοῖϲ δακτύλοιϲ· καὶ ζήτει ἐν τῷ Σαρδανάπαλοϲ. 2033 Ἀναπόμπιμα δῶρα: τὰ ἀποϲτρεφόμενα. 2034 Ἀναπόνιπτοϲ: μὴ νιψάμενοϲ μηδὲ πλύναϲ τὰϲ χεῖραϲ, ἀλλ’ ἀκάθαρτοϲ. κἆτ᾿ ἐπιπιὼν τὸν ζωμὸν ἀναπόνιπτοϲ λαρυγγιῶ τοὺϲ ῥήτοραϲ. καὶ Ἀναπόνιπτρον, ἀνεξάλειπτον. 2035 Ἀναπρήϲαϲ: ἀνακαύϲαϲ. ἀναφυϲήϲαϲ. 2036 Ἀνάπταιϲτον: τὸ μὴ πταῖον. 2037 Ἀνάπτειν: περιτιθέναι ἢ ἀντιτιθέναι. 2038 Ἀναπτήτω: πεταϲθήτω. 2039 Ἀνάπτυξιϲ: ἑρμηνεία, διαϲάφηϲιϲ. καὶ Ἀναπτύξω, ἀντὶ τοῦ ἐπιδείξω. Εὐριπίδηϲ. 2040 Ἀνάποινοϲ: ἄνευ λύτρων. 2041 Ἀνάπυϲτα: ἔκπυϲτα, δῆλα. θάνατοϲ Σθενεβοίαϲ ἀνάπυϲτοϲ ἐγένετο. ἀντὶ τοῦ φανερόϲ. Ἀνάπυϲτον δὲ τὸ ἀνήκοον. 2042 Ἀναρᾶϲθαι: ἀντὶ τοῦ διαλύειν τὴν γενομένην ἀράν. οὕτωϲ Καλλιϲθένηϲ.