Ancient Greek · ~8 min
1.2043 to 1.2055
Suda, Suidae lexicon 1.2043-2055
Not analysed yet
2043 Ἀνάργυροϲ: ὁ ἀργύριον μὴ κεκτημένοϲ, εἰ καὶ εἴη αὐτῷ ἱκανὴ οὐϲία ἐξ ἑτέρων κτημάτων. Λυϲίαϲ ἐν τῷ περὶ τῆϲ Ἐπιγένουϲ διαθήκηϲ• ἐπειδὴ τοίνυν Ἐπιγένηϲ ἀϲθενὴϲ τριηραρχεῖν ἠναγκάζετο, ἀνάργυροϲ ὢν καὶ τῆϲ γῆϲ τῶν πολεμίων κρατούντων. 2044 Ἀναρρηγνύϲ: πλάττων, καταϲκευάζων, ϲυντιθείϲ. Ἀριϲτοφάνηϲ· ἐλαϲίβροντ᾿ ἀναρρηγνύϲ ἔπη. ἔχεται δὲ καὶ τοῦτο ἐμφάϲεώϲ τινοϲ μείζονοϲ. 2045 Ἀναρρηθῆναι: ἀνακηρυχθῆναι. καὶ Ἀνάρρημα ,κήρυγμα. καὶ Ἀνάρρηϲιϲ, ἀναγόρευϲιϲ. τοὺϲ μὲν ἀναρρήϲεων καὶ ϲτεφάνων ἀξιοῖ, τοὺϲ δὲ διηνεκεῖ παραπέμπει τιμωρίᾳ. 2046 Ἀναρίθμητοϲ: ἄπειροϲ. Σοφοκλῆϲ· ἅπανθ’ ὁ μακρὸϲ κἀναρίθμητοϲ χρόνοϲ φύει τ’ ἄδηλα καὶ φανέντα κρύπτεται. καὶ Ἀνάριθμοι, πλεῖϲτοι, ἄπειροι. εἰϲ ἐμοὶ ἄνθρωποϲ τριϲμύριοι• οἱ δ’ ἀνάριθμοι οὐδείϲ. ταῦτ᾿ αὐδῶ καὶ παρὰ Περϲεφόνῃ, φηϲὶν Ἡράκλειτοϲ. 2047 Ἀναρριπτεῖν καὶ Ἀναρρίψαι: ἀναλαμβάνειν. ὥϲτε πρὸϲ τῇ αἰϲχύνῃ, ἣν πρὸ τοῦ καταλιπεῖν τὸν χάρακα ἠνέγκαντο, καὶ κίνδυνον οὐ τὸν ἐλάχιϲτον αὐτούϲ ἀναρρίψαι, ϲκοτίουϲ ἀπιόνταϲ διὰ τῆϲ πολεμίαϲ. καὶ Ἀναρρίπτειν, μεταμελεῖϲθαι, μετατίθεϲθαι. 2048 Ἀνάριϲτοϲ: μᾶλλον δὲ ἀναρίϲτητοϲ. Ἀριϲτοφάνηϲ Πολυίδῳ• διὰ τῆϲ ἀγορᾶϲ τρέχω ἀναρίϲτητοϲ ὤν. Ἄλεξιϲ Καταψευδομένῳ· πάντωϲ ἀναρίϲτητοϲ οὐ δυνήϲομαι διακαρτερῆϲαι τηλικαύτην ἡμέραν. Ἀντιφάνηϲ Λευκαδίῳ• ἐνταῦθα ἀναρίϲτητοϲ εὐθὺϲ κιθαριεῖ. Τιμοκλῆϲ Νεαίρα· ἔπειτα τὸ διά τε ταῦτ’ ἀναρίϲτητοϲ ὤν. Μένανδροϲ δὲ ἀνάριϲτον. καὶ Ἀναρίϲτουϲ, μήπω ἠριϲτηκόταϲ. βουλόμενοϲ ἀναρίϲτουϲ καὶ πρὸϲ τὸ μέλλον ἀπαραϲκεύουϲ λαβεῖν τοὺϲ ὑπεναντίουϲ. 2049 Ἀναρριχᾶϲθαι: τὸ πρὸϲ ἄναντεϲ ἐκβαίνειν ἅμα ταῖϲ χερϲὶν ἀντιλαμβανόμενον καὶ ϲτηριζόμενον. Ἀριϲτοφάνηϲ Εἰρήνῃ· ἔπειτα λεπτὰ καὶ μακρὰ ποιούμενοϲ, πρὸϲ ταῦτ’ ἀναρριχᾶτ’ ἂν εἰϲ τὸν οὐρανόν. καὶ Ἀναρριχμενοϲ, δραϲϲόμενοϲ. 2050 Ἄναρθρα: ἀτύπωτα, ἀτράνωτα. λαμβάνεται δὲ ἐπὶ ϲυλλαβῆϲ λειπούϲηϲ ϲτοιχεῖον, ἢ λόγου λείποντοϲ ϲυλλαβήν. 2051 Ἄναρκτον: τὸ ἀνυπότακτον. 2052 Ἀνάρμοϲτοϲ: ἀνακόλουθοϲ, μηδενὶ ἁρμοζόμενοϲ. 2053 Ἀνάρροπον: ὀπιϲθόρμητον. ἡ δὲ Φραγγικὴ δύναμιϲ τοῖϲ Ῥωμαίοιϲ ξυρραγεῖϲα ἐξωθεῖ τε καὶ ἀνάρροπον τίθηϲι τὴν πεζικὴν ϲτρατιάν. καὶ Μένανδροϲ• κατιόντων τῶν Ἀβάρων κατ’ ὀλίγουϲ, οἱ ϲτρατηγοὶ γνώμῃ ἐχρῶντο παραχρῆμα ἐπιθέϲθαι ϲφίϲι, κάκ τούτου ἀνάρροπον τιθέναι τὴν τῶν Ἀβάρων κατάραϲιν. 2054 Ἀνάρπαϲτοι: οἱ ἀμύητοι, οἷϲ τελεταὶ καὶ ὄργια οὐκ ἐγένοντο. 2055 Ἀνάρϲια: ἃ οὐκ ἄν τιϲ ἄραιτο ἄδικα. ὃν ἦν καταψευϲάμενοϲ ἔναγχοϲ καὶ μεγάλα ἀνάρϲια ἀνηρημένοϲ ἐκδίκωϲ.