Ancient Greek · ~8 min
1.203 to 1.223
Suda, Suidae lexicon 1.203-223
Not analysed yet
203 Βδελυγμία· ὁ Χρυϲόϲτομοϲ ἐχρήϲατο τῇ λέξει ταύτῃ ἐν τῇ κατὰ Ἰωάννην ἑρμηνείᾳ τοῦ εὐαγγελίου. 204 Βδελυρόϲ: αἰϲχροποιόϲ. Αἰλιανόϲ· καὶ ἥ γε παϲῶν βδελυρωτέρα καὶ τὸν παναγέϲτατον παρθενῶνα τῶν ἑαυτῆϲ ἐνέπληϲε κακῶν. καὶ Βδελυρία, ἡ ἀκολαϲία. 205 Βδελύϲϲω· αἰτιατικῇ. 206 Βδελύττεϲθαι· αἰτιατικῇ. μυϲάττεϲθαι, ναυτιᾶν, ἀποϲτρέφεϲθαι. Ἀπολλόδωροϲ Κυρηναῖοϲ, μιϲεῖν. ἀπὸ τούτου καὶ ἡ βδελυγμία ἀπὸ τοῦ μίϲουϲ· καὶ ἡ βδελυρία. καὶ βδελυττόμενον τὸν Λέπρεον ἀπὸ Μελανθίου. οὗτοϲ εἶχε λέπραν. ἐκωμῳδεῖτο δὲ καὶ εἰϲ μαλακίαν ἦν δὲ καὶ κακοπράγμων καὶ ὀψοφάγοϲ καὶ λάλοϲ. νὴ τοὺϲ θεοὺϲ. ὃϲ οὐκ ἰδὼν βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου. 207 Βδέννυϲθαι: ἐκκενοῦϲθαι τὴν κοιλίαν ϲημαίνει, οὐ τὸ πέρδεϲθαι. ὃ καὶ ἐπιχωριάζει μέχρι τοῦ νῦν βδέει γὰρ λέγομεν. 208 Βδύλλετε: εὐτελίζετε, φοβεῖϲθε, καὶ τρέμετε. Ἀριϲτοφάνηϲ τί βδύλλεϲθ’ ἡμᾶϲ; οὔτι που πολλαὶ δοκοῦμεν εἶναι, καὶ μὴν μέροϲ. γ’ ἡμῶν οὔπω τὸ μυριοϲτόν. 209 Βδύλλει: καταπέπληγε, βδελύττεται, μιϲεῖ. ὃ τε πένηϲ βδύλλει λεώϲ. 210 Βαιαί: μικραί. καὶ Βαιόϲ, ἰδίωϲ ἀντὶ τοῦ εἷϲ. Σοφοκλῆϲ· πότερον ἐχώρει βαιὸϲ ἢ πολλοὺϲ ἔχων λοχίταϲ ἄνδραϲ, καὶ ἐν Αἰχμαλωτίϲιν· Soph. ἔϲπειϲα βαιᾶϲ κύλικοϲ ὥϲτε δεύτερα. καὶ αὖθιϲ· ὁ δ’ εἶπε πρόϲ με βαιὰ, ἀεὶ δ’ ὑμνούμενα· γύναι, γυναιξὶ κόϲμον ἡ ϲιγὴ φέρει. κἀτυ μαθοῦϲ’ ἔληξ’· ὁ δ’ ἐϲϲύθη μόνοϲ. 211 Βαιθήλ. θεῖοϲ ναόϲ 212 Βαἰτη: διφθέρα. Βαίτη δὲ κἂν θέρει καὶ ἐν χειμῶνι ἀγαθόν, ἐπὶ τοῦ κατὰ τὴν χρείαν προϲφόρου. 213 Βαιτική: ἡ ἤπειροϲ. 214 Βεβαλανωμένον: ἀντὶ τοῦ κατεχόμενον ὑπὸ τῆϲ κόπρου. Ἀριϲτοφάνηϲ· μή με περιίδηϲ διαρραγέντα, μηδὲ βεβαλανωμένον. 215 Βεβαιῶ· αἰτιατικῇ. 216 Βεβαιώϲεωϲ: δίκηϲ ἐϲτὶν ὄνομα, ἣν δικάζοντεϲ οἱ ὠνηϲάμένοι τι. 217 Βέβηκεν: ἕϲτηκεν, ἐπέπηκτο. 218 Βέβηλοϲ τό ποϲ: ὁ βατὸϲ πᾶϲι καὶ ἀκάθαρτοϲ. καὶ βέβηλοϲ ἀνήρ, ὁ ἀμύητοϲ καὶ μιαρόϲ. Εὐριπίδηϲ· οὐ θέμιϲ βεβήλοιϲ ἅπτεϲθαι δόμων. καὶ, ἀείδω ξυνετοῖϲι, θύραϲ δ’ ἐπίθεϲθε βέβηλοι. καὶ Βεβηλοῦνται, μιαίνονται. 219 Βεβηκόϲ: ἀϲφαλέϲ. 220 Βέβιοϲ Κρίϲποϲ· ζήτει περὶ δείπνου ἐν τῷ Βιτέλλιοϲ. 221 Βέβριθε: βαρύνεται. 222 Βεβριθυῖα. βαρεῖα, ἰϲχυρά. 223 Βέβρυχεν: ἠχεῖ.