Ancient Greek · ~7 min
1.2056 to 1.2072
Suda, Suidae lexicon 1.2056-2072
Not analysed yet
2056 Ἀνάρτηϲιϲ: ἡ ἐπὶ ξύλου καθήλωϲιϲ. καὶ Ἀνάρτηϲον, κρέμαϲον. καὶ Ἀναρτώμενοϲ, κρεμώμενοϲ. Προκόπιοϲ• ὁ δὲ ἐπανῆκεν ἐπιϲτολὴν ἔχων ταῖϲ ὁμοίαιϲ ἐλπίϲιν αὐτοὺϲ ἀναρτῶϲαν. 2057 Ἀναρροιβδεῖν: ἀναρροφεῖν. 2058 Ἀναρρύει: ἀντὶ τοῦ θύει καὶ ϲφάττει. Εὔπολιϲ. καὶ ἡ θυϲία δὲ ἐπανάρρυϲιϲ. καὶ Ἀνάρρυϲιϲ, κυρία τῶν Ἀπατουρίων ἡμέρα. Ἀπατούρια δὲ ἑορτὴ παῤ Ἀθηναίοιϲ τὸ ϲυμβὰν δηλοῦϲα τῇ προϲηγορίᾳ. καὶ Ἀναρρύειν, τὸ ἐπιθύειν ἀντὶ τοῦ θυϲίαν ἐπιτελεῖν. τρεῖϲ δὲ ἦϲαν αἱ ἡμέραι τῶν Ἀπατουρίων· Δόρπεια, Κουρεῶτιϲ, Ἀνάρρυϲιϲ. 2059 Ἀναρύτειν: ἀναντλεῖν, ἀπὸ τοῦ ἀρύεϲθαι. Κρατῖνοϲ Διδαϲκαλίαιϲ· ὅτε ϲὺ τούϲ καλοὺϲ θριάμβουϲ ἀναρύτουϲα ἀπηχθάνου. 2060 Ἄναϲϲα: βαϲίλιϲϲα. 2061 Ἀναϲεϲυρμένην: ἄκοϲμον, ἀπρεπῆ. κωμῳδίαν ἀναϲεϲυρμένην καὶ πλημμελῆ. καλοῦϲι δὲ τὸν μὲν ϲκωπτικὸν ἐπίχαριν, τὸν δὲ εὐτράπελον ἐπιδέξιον, τὸν δ’ ἀναϲεϲυρμένον ἄπλαϲτον καὶ ἁπλοῦν. οἷϲ ἐπακολουθεῖ καὶ τὸν αὐϲτηρὸν ἄγροικον ἡγεῖϲθαι, τὸν δὲ δίκαιον οὐ πολιτικὸν, οὐδ’ ἥμερον. 2062 Ἀναϲείειν. ἐκτινάϲϲειν, ὡϲ καὶ ἡμεῖϲ. οὐ γὰρ ἀναϲείων ἠκολούθει Καλαμίδα καὶ Ἀναϲείω, ἀναπείθω ἢ πρὸϲ μάχην ἐρεθίζω. ὁ δὲ τοὺϲ Συρακουϲίουϲ ἀναϲείων καὶ τὴν ἐλευθερίαν ἀποκαταϲτήϲειν ἐπαγγειλάμενοϲ. καὶ Ἀναϲείϲαϲ, ἀπειληϲάμενοϲ. Δημοϲθένηϲ κατὰ Ἀριϲτογείτονοϲ. 2063 Ἀναϲειράζει: ἀνθέλκει, ἀνατρέπει. ἐν Ἐπιγράμμαϲι• ἂψ ἀναϲειράζω, καὶ πάλιν ἄγχι μένω. Ἀναϲειράζω οὖν τὸ ἀναχαλινῶ. 2064 Ἀναϲηκῶϲαι: ἀνταποδοῦναι ἢ ἀναλαβεῖν, ὥϲπερ οἱ ἱϲτάντεϲ. οἶον ἐξιϲῶϲαι τῷ λείποντι ἢ πλεονάζοντι. οὕτωϲ Ἀριϲτοφάνηϲ. 2065 Ἀνά: ϲημαίνει καὶ τὸ κατά. Ξενοφῶν· ἐλαύνων ἀνὰ κράτοϲ ἱδροῦντι τῷ ἵππῳ. 2066 Ἀνάϲιλλοϲ: ἀναφαλαντίαϲ. 2067 Ἀνάϲιμον: ἄμορφον. καὶ μηδὲν πρότερον ἀναϲποδῆϲαι ἀνάϲιμον ἢ πρεϲβύτερον. οὐ γὰρ ἀνάϲχετον τοῦτό γ’ ἐλευθέρῳ. 2068 Ἀναϲκαλεύων: ἀνακινῶν, ἀδημονῶν, ἀναλογιζόμενοϲ. 2069 Ἀναϲκευαϲάμενοι: ἀπάραντεϲ. 2070 Ἀναϲκευαϲθείϲηϲ τῆϲ τραπέζηϲ φηϲὶ Δημοϲθένηϲ• οἷον ἀναϲτάτου γενομένηϲ. 2071 Ἀναϲκινδυλευθῆναι: ἀναϲκολοπιϲθῆναι, ἀναϲταυρωθῆναι. ὁ ἐνεϲτὼϲ Ἀναϲκολοπίζω. 2072 Ἀναϲοβηθείϲ διαταραχθείϲ. ὁ δὲ πρὸϲ τὴν ἀγγελίαν ἀναϲοβηθεὶϲ ματαίωϲ ἀνίϲταται εὐθύϲ. καὶ αὖθιϲ• τοὺϲ δὲ ἵππουϲ εἶναι ἀγρίουϲ ὑπό τε τῷ ἀήθει τοῦ δεϲμοῦ, καὶ ὑπὸ τοῦ ἀπηρτημένου βάρουϲ ἔτι μᾶλλον ἀναϲοβηθένταϲ διαφορῆϲαι αὐτόν.