Ancient Greek
1.2073 to 1.2076
Suda, Suidae lexicon 1.2073-2076
Not analysed yet
2073 Ἀναϲοβηθείϲ: αἰτιατικῇ. ἀνακτηϲόμενοϲ. τὴν τε χώραν, καὶ τὰϲ πόλειϲ, ἃϲ ὑπὸ Ῥωμαίων ἀπολωλεκότεϲ ἕκαϲτοι τυγχάνουϲιν, Ε ἀναϲώϲων. τουτέϲτιν ἀναλαβών. καὶ Αἰλιανόϲ· οὔ τι προϲδοκῶν τὸν τόπον τὸν προειρημένον δυνήϲεϲθαι αὐτοὺς ἀναϲῶϲαι καὶ κομία- ϲθαί ποθεν• ἀλλ’ ἵνα ὑπὲρ ὧν ἐπλημμέληϲαν κακίᾳ φθάνοντεϲ, ἐν τῷ δευτέρῳ κινδύνῳ τε ἰϲωθῶϲι κολαϲθέντεϲ. 2074 Ἀναϲπᾷ: ἀντὶ τοῦ καταλύει, ἢ ἀναιρεῖ. Θουκυδίδηϲ. ἢ Ἀναϲπᾶν, τὸ ἀντλεῖν ὕδωρ. κάδουϲ ἀναϲπῶν, φηϲὶ Φερεκράτηϲ. καὶ Ἀναϲπῶν, οὐδετέρωϲ, διὰ τοῦ ω μεγάλου. 2075 Ἀναϲποδῆϲαι· ζήτει εἰϲ τὸ ἀνάϲιμον. 2076 Ἀναϲταδόν. ἀνιϲτάμενοι.