Ancient Greek · ~7 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2077
Not analysed yet
2077 Ἀναϲτάϲιοϲ, Ῥωμαίων βαϲιλεύϲ. οὗτοϲ ἐπὶ τὸ χεῖρον τραπεὶϲ πᾶϲαν ὁμοῦ τὴν βαϲιλείαν εἰϲ ἀριϲτοκρατίαν μετέϲτηϲε, τὰϲ μὲν ἀρχὰϲ ἁπάϲαϲ ἀπεμπολῶν καὶ τοῖϲ ἀδικοῦϲι ϲυγχωρῶν καὶ πρόϲ γε χρημάτων ἀκόρεϲτον ἐπιθυμίαν τραπεὶϲ, ὡϲ κενὰϲ ἐντεῦθεν γενέϲθαι καταλόγων τὰϲ ἐπαρχίαϲ, καὶ πρὸϲ τὸ ἄηθεϲ καὶ ξένον καταπεπλῆχθαι τοὺϲ ἄνδραϲ. οὐδὲ γὰρ ὅπλοιϲ τοὺϲ ἐπιόνταϲ βαρβάρουϲ ἠμύνετο, ἀλλὰ χρήμαϲι τὴν εἰρήνην ἐξωνούμενοϲ διετέλει. πρὸϲ δέ γε τούτοιϲ καὶ τὰϲ τῶν τελευτώντων οὐϲίαϲ ἐπολυπραγμόνει, κοινὴν ἅπαϲι δωρούμενοϲ τὴν πενίαν. ὧν γὰρ αὐτὸϲ ἐλάμβανε τὰϲ οὐϲίαϲ, τούτοιϲ μετ᾿ ὀλίγον διεδίδου τῷ τῆϲ εὐϲεβείαϲ τρόπῳ• καὶ ὧν ἐγύμνου πόλεων τοὺϲ ἐνοικοῦνταϲ, τὰϲ οἰκοδομὰϲ ἀνενέου, ὡϲ καὶ τὴν ἐνεγκαμένην ἐπιμελῶϲ κοϲμῆϲαι καὶ τριϲὶ περιβαλεῖν ϲτεφάνοιϲ. ἐπὶ δὲ τούτου δειναὶ ταῖϲ κατὰ Λιβύην πόλεϲιν ἐπέϲκηψαν θλίψειϲ ὑπὸ τῶν καλουμένων Μαζικῶν. ἐδέδοντο γὰρ θυγατριδῷ Μαρίνου ἐϲ ἡγεμονίαν ἀνδρὶ νέῳ καὶ πολὺ τὸ κοῦφον κεκτημένῳ• καὶ μετ’ ἐκεῖνον αὖθιϲ Βαϲιανῷ τῷ παιδί. ὁ δὲ οἶϲ ἔπραξε παντοίωϲ τὰϲ τοῦ πρὸ αὐτοῦ ἄρξαντοϲ ὑπερβαλόμενοϲ ἀϲελγείαϲ ἔδωκε Λίβυϲιν αἱρεῖϲθαι τὰ πρότερα, καὶ ταῦτα τοῖϲ μὲν πενίαϲ, τοῖϲ δὲ θανάτου μνήμην καταλείψαντα. οὕτωϲ, εἰ δέοι εἰπεῖν, οἵ τε ἀφ’ αἵματοϲ τὴν Μαρίνου παρευτυχήϲαντεϲ εὔνοιαν τοῖϲ Λιβύων διαφερόντωϲ καὶ Αἰγυπτίων ἐνεφορήθηϲαν κτήμαϲιν. ὅτι ἐπὶ Ἀναϲταϲίου τοῦ βαϲιλέωϲ ἦν ὁ ἅγιοϲ Θεοδόϲιοϲ, ὁ κοινοβιάρχηϲ. αἱρετικὸϲ δὲ ἦν οὗτοϲ ὁ Ἀναϲτάϲιοϲ. ὅτι Ἀναϲτάϲιοϲ αὐτὸϲ ὁ βαϲιλεὺϲ ἔκτιϲε τὸ μακρὸν τεῖχοϲ πρὸ μιλίων τῆϲ πόλεωϲ ξ΄, διατείναϲ ἐκ τῆϲ κατὰ ἄρκτον θαλάϲϲηϲ εἰϲ μεϲημβρίαν μῆκοϲ μὲν μιλίων ν΄, εὖροϲ δὲ ποδῶν κ΄· καὶ τῷ Ἰουλιανοῦ λιμένι προβόλουϲ τίθηϲιν. ὁ αὐτὸϲ κτίζει καὶ τὸν μέγαν τρίκλινον, τὸν ἐν Βλαχέρναιϲ, ὃϲ Ἀναϲταϲιακὸϲ μέχρι τῆϲ δεῦρο λέγεται• καὶ τὴν κινϲτέρναν τὴν Μωκιϲίαν.