Ancient Greek · ~3 min
1.2078 to 1.2081
Suda, Suidae lexicon 1.2078-2081
Not analysed yet
2078 Ἀναϲτάϲιοϲ Σελεντιάριοϲ· ὁ μετὰ ταῦτα βαϲιλεύϲαϲ• ζήτει ἐν τῷ φατρία. ζήτει περὶ τῆϲ τριημέρου ἀναϲτάϲεωϲ τοῦ Χριϲτοῦ ἐν τῷ αὐτὴ. 2079 Ἀνάϲταϲιϲ: ἐπειδὴ ὁ θάνατοϲ παρὰ φύϲιν εἰϲῆλθεν, ἡ δὲ ἀνάϲταϲιϲ κατὰ φύϲιν. ὁ γὰρ πρωτόπλαϲτοϲ πρὸ τῆϲ παραβάϲεωϲ ἀθάνατοϲ ἦν. ἀνάϲταϲιϲ δὲ λέγεται, ἐπειδὴ τὸ φθαρὲν πλάϲμα διὰ τῆϲ ἁμαρτίαϲ ὀρθοῦται διὰ δικαιοϲύνην. εἰ γὰρ παρέμεινεν ὁ Ἀδὰμ τῇ ἐντολῇ, ἔμεινεν ἂν ζῶν. ἀνάϲταϲιϲ οὖν ἡ δευτέρα ϲτάϲιϲ καὶ ἡ τῆϲ μακροθυμίαϲ τοῦ θεοῦ παῦλα. 2080 Ἀνάϲταϲιϲ: ἀντὶ τοῦ ἀναϲτάτωϲιϲ. Πολύβιοϲ• Μάϲϲονα δὲ Καρχηδόνι αἴτιον τῆϲ ἀναϲτάϲεωϲ γενέϲθαι, πάμπαν τὴν ἀϲθενῆ Ῥωμαίοιϲ ὑπολιπόντα. 2081 Ἀνάϲτατοϲ: κατεϲτραμμένοϲ. καὶ Ἀναϲτάτωϲ, πεπορθημένωϲ. ὁ διά τινα ϲυμφορὰν ἢ δίκην καταλιπῶν τὴν οἰκείαν καὶ ἐν τῇ ἀλλοδαπῇ διαγενόμενοϲ. εἴρηται δὲ καὶ ἐπὶ πόλεων ἑαλωκυιῶν καὶ οἴκων ἐξερημωθέντων τὸ ἀνάϲτατον.