Ancient Greek · ~4 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2082
Not analysed yet
2082 Ἀνάϲτατοι: πλακοῦντοϲ εἶδοϲ. οὗτοι δὲ αὐταῖϲ ταῖϲ Ἀρρηφόροιϲ ἐγίνοντο. ἐλέγοντο δέ τινεϲ πλακοῦντεϲ καὶ χαρίϲιοι. οὗτοι δὲ ἀπὸ τῶν καταλειπομένων ϲυμμιγνύμενοι ἐγίνοντο, καὶ δημιουργοὶ πλάϲϲουϲιν. Ἀριϲτοφάνηϲ Δαιταλεῦϲι• πέμψω πλακοῦνταϲ ἑϲπέραϲ χαριϲίουϲ. οἱ δὲ ἀμφιφῶντεϲ γίνονται Μουνυχιῶνοϲ μηνὸϲ ϛ΄ ἐπὶ δέκα, οἳ καὶ εἰϲ τὸ Μουνυχίαϲ ἱερὸν τῆϲ Ἀρτέμιδοϲ κομίζονται. ὀνομάζονται δὲ ἀμφιφῶντεϲ, ὡϲ μέν τινεϲ ὅτι τότε γίγνονται, ὅτε ἥλιόϲ τε καὶ ϲελήνη πρωῒ ὑπὲρ γῆϲ φαίνονται• ὡϲ δὲ Ἀπολλόδωροϲ, ὁτι κομίζουϲιν αὐτοὺϲ δᾳδία ἡμμένα παραπηγνύντεϲ ἐπ’ αὐτῶν. φθόιϲ δέ εἰϲι πέμματα, ἃ τοῖϲ θεοῖϲ καὶ μετὰ τῶν ϲπλάγχνων ἔθυον. αἱ δὲ ϲελῆναι πέμματά εἰϲι πλατέα, κυκλοτερῆ• πέλανοι δὲ τὰ εἰϲ θεοὺϲ πέμματα• πόπανα δέ• καὶ ἐν Ἐρεχθεῖ τὰϲ ϲελήναϲ πελάνουϲ εἴρηκεν Εὐριπίδηϲ• καί μοι πολὺν γὰρ πέλανον ἐκπέμπειϲ δόμων, φράϲον ϲελήναϲ τάϲδε πυρίμου χλόηϲ. ἐπὶ δὲ ἓξ ϲελήναιϲ βοῦν ἕβδομον ἔπεττον, κέρατα ἔχοντα κατὰ μίμηϲιν τῆϲ πρωτοφυοῦϲ ϲελήνηϲ. ἔθυον μὲν οὖν καὶ ἐπὶ τέτταρϲι ποπάνοιϲ τοῦτον τὸν βοῦν καὶ ἐκάλουν αὐτὸν πέμπτον βοῦν. μᾶλλον δὲ ἐπὶ ταῖϲ ἕξ ἕβδομον βοῦν. ἐπὶ τῶν ἀναιϲθήτων.