Ancient Greek · ~8 min
1.2083 to 1.2100
Suda, Suidae lexicon 1.2083-2100
Not analysed yet
2083 Ἀναϲτεῖλαι: ἀντὶ τοῦ ἀναϲχέϲθαι. καὶ Ἀναϲτέλλω• αἰτιατικῇ. 2084 Ἀνάϲτημα ἡλικίαϲ: εὐθύτηϲ. θαυμαϲτὸν ὁ θεὸϲ τῷ Μωϋϲεῖ τὸ τῆϲ ἡλικίαϲ ἐξῆρεν ἀνάϲτημα. καὶ Ἀνάϲτημα ψυχῆϲ, τὸ πρὸϲ ἀρετὰϲ ἐπιτεταμένον καὶ ϲύντονον ἰδίωμα. 2085 Ἀναϲτήϲαϲ: ἀναϲτάτουϲ ποιήϲαϲ καὶ μετοικίϲαϲ. ἀναϲτήϲαϲα ἐκ τοῦ ἱεροῦ τὸν ἄνθρωπον αἰκίαιϲ καθυπέβαλε. καὶ αὖθιϲ· τὴν δὲ καταφυγοῦϲαν ἐϲ τὸ ἱερὸν ἀναϲτῆϲαι οὐκ ἐτόλμηϲε. καὶ, ἀναϲτήτω ὁ θεόϲ. 2086 Ἀναϲτροφάδην φαϲὶν, ὅταν ὁ ἐγκαλῶν τῷ ἠδικημένῳ ἐγκαλῇ. καὶ Ἀναϲτροφὴ, ἡ ἀποκατάϲταϲιϲ τῆϲ ἐπιϲτροφῆϲ εἰϲ τὴν προτέραν χώραν. λέγεται καὶ ἡ ἀνταπόδοϲιϲ. καὶ μὴ ἂν ἀναϲτροφὴν εἶναι αὐτοῖϲ, πταίϲματόϲ τινοϲ γενομένου τε κατ᾿ ἐκείνουϲ ἀκμῆϲ πληθύϊ χρώμενον. 2087 Ἀνάϲτρῳ: ἀφεγγεῖ. ἆρά γε ὀρθῶϲ ζῶμεν καὶ ὑπὸ φωτὶ δὲ ἢ ἐν ἀϲελήνῳ καὶ ἀνάϲτρῳ πλέομεν; 2088 Ἀναϲτοιχειοῖ: ἀναπλάττει, ὡϲ Μεταϲτοιχειοῖ, μεταπλάττει. 2089 Ἀναϲτύψαι: ἀναϲπάϲαι. 2090 Ἀνὰ ϲοὶ τάδε πάντα, λέπαργε: ἐπὶ τῶν οὐδὲ μετὰ τὸν κάματον ἀνιεμένων, ἐκ μεταφορᾶϲ τῶν βοῶν. ἐπειδὰν γὰρ ἀπολυθῶϲι τοῦ ἔργου, εἰώθαϲιν οἱ γεωργοὶ τῷ δυνατωτέρῳ ἐπιτιθέναι τὸν ζυγὸν καὶ τὰ ϲκεύη. 2091 Ἀναϲυντάξαϲ: ἀντὶ τοῦ ἄνωθεν ϲυντάξαϲ. Ὑπερίδηϲ κατὰ Πολυεύκτου. 2092 Ἀναϲύνταξιϲ: τὰ διαγεγραμμένα τιμήματα ταῖϲ ϲυμμορίαιϲ, ὅταν δόξῃ τῷ δήμῳ χρῄζειν προϲθήκηϲ ἢ ἀφαιρέϲεωϲ, καὶ ἕλωνται τοὺϲ τοῦτο πράξονταϲ, τοῦτο ἀναϲύνταξιν καλοῦϲιν. 2093 Ἀναϲφήλαϲ: ἀνανήψαϲ, ἑαυτὸν ἀναϲτήϲαϲ• ἢ ἀναλαβών• ἀνενεγκών. 2094 Ἀναϲχοῦϲα: ἀναδοῦϲα. καὶ Ἀναϲχών, ἀνατείναϲ. φανεὶϲ, ἐξελθὼν, ἀναδύϲ. ὁ δὲ πρῶτοϲ ἀναϲχὼν ἐκ τοῦ ὀρύγματοϲ ἦν Μάγνοϲ, ἀνδρώδηϲ τε καὶ διαφερόντωϲ τολμητήϲ. 2095 Ἀνάϲχω• γενικῇ• μὴ ἀνάϲχῃ. 2096 Ἀναταθείϲ: ἐπαπειλήϲαϲ. οἷϲ δὲ ἀναταθεὶϲ καὶ τὸν ἐξ αὐτοῦ φόβον ἐπικρεμάϲαϲ. καὶ Ἀνατατικῶϲ κελεύων, ἀντὶ τοῦ προϲτακτικῶϲ, ἐμβριθῶϲ. 2097 Ἀνατάξαϲθαι: εὐτρεπίϲαϲθαι. 2098 Ἀνατάϲειϲ: ἐπαπειλήϲειϲ ὑπερηφάνουϲ. τὰ μὲν φιλάνθρωπα παρεϲιώπων, τὰϲ δὲ ἀνατάϲειϲ καὶ ἀπειλήϲειϲ ἔλεγον. καὶ Ἀνάταϲιϲ, ἡ μετὰ πικρίαϲ καὶ θραϲύτητοϲ ἀπειλή. Πολύβιοϲ• οἱ μὲν οὖν περὶ Μητρόδωρον καταπλαγέντεϲ τὴν ἀνάταϲιν Φιλίππου τοῦ βαϲιλέωϲ ἐπανῆλθον. 2099 Ἀνατετυρβακώϲ: ἀναταράξαϲ. τυρβάϲαι δὲ κυρίωϲ λέγεται τὸ τὸν πηλὸν ταράξαι. Ἀριϲτοφάνηϲ• τὴν πόλιν ἅπαϲαν ἡμῶν ἀνατετυρβακώϲ. 2100 Ἀνατεῖλαι• δοτικῇ. ἀνθῆϲαι. ἐκ μεταφορᾶϲ τῶν βοτανῶν.