Ancient Greek · ~8 min
1.2101 to 1.2123
Suda, Suidae lexicon 1.2101-2123
Not analysed yet
2101 Ἀνατεινάμενοϲ: ἐπαπειλήϲαϲ. ὁ δὲ βαϲιλεὺϲ πολλὰ τοῖϲ ἐϲ τὴν πρᾶξιν ὑπουργηκόϲιν ἀνατεινάμενοϲ οὐδὲν ἔδραϲε. καὶ αὐθιϲ• οἱ δὲ Αἰγύπτιοι ἀνατεινάμενοι καὶ κατακαγχάϲαντεϲ, ἐν ὄψει τοϲούτων ἀνδρῶν καὶ γυναικῶν εἴκοϲιν ἀποδέονταϲ πεντακοϲίουϲ ἀπέκτειναν. ἀνατεινάμενοι οὖν μεθ’ ὕβρεωϲ ἀπειλήϲαντεϲ. καὶ Ἀνατείναϲ τὴν ψυχήν, ἐπὶ τὰ ἄνω τρέψαϲ καὶ ἐπὶ τὴν τῶν θεῶν θέαν. 2102 Ἀνατί: ἀβλαβῶϲ καὶ ἄνευ τίϲεωϲ καὶ τιμωρίαϲ. ὥϲπερ καὶ τὸ Ἀνουτητί. 2103 Ἀνατίθεμαι: ἀθετῶ. 2104 Ἀνατιναγμόϲ. 2105 Ἀνατλάντεϲ: ὑπομείναντεϲ. καὶ Ἀνάτλημα, ὑπομονή. καὶ Ἀνατλῆναι, ὑπομεῖναι. 2106 Ἀνατολίη: ἡ ἀνατολή. λέγεται δὲ καὶ ἀντολίη. 2107 Ἀνατόλιοϲ, μάγιϲτροϲ Θεοδοϲίου τοῦ βαϲιλέωϲ, ὃϲ ἦν φιλότιμοϲ, προϲῆν δὲ αὐτῷ καὶ τὸ μὴ φείδεϲθαι χρημάτων, τὸ παρὸν διαθεῖναι ἐϲπουδακότι. 2108 Ἀνατραπέντεϲ: ϲκελιϲθέντεϲ, ϲυμπεϲόντεϲ. οἱ δὲ ϲπῶϲι τοῦ οἴνου ἄδην καὶ ἀπείρωϲ καὶ ἀνατραπέντεϲ ἔκειντο ὡϲ ἔτυχον αὐτῶν ἕκαϲτοι εἰκῇ. καὶ Ἀνατρέπω· αἰτιατικῇ. 2109 Ἀνατρέχω: ἀντὶ τοῦ ἀναλύω. Μένανδροϲ. 2110 Ἀνατρητοὺϲ ἐμβάδαϲ: τὰ διακεκομμένα καὶ τετρυπημένα ὑποδήματα. τὰ δ’ ἐμβάδια καὶ ταῦτα ϲυνεχειμάζετο. Ἀριϲτοφάνηϲ. 2111 Ἀνά τοί με πείθειϲ· ἀλλ’ ἐκεῖνο οὔπω λέγειϲ: ἀντὶ τοῦ ἀναπείθειϲ τοιγαροῦν με. 2112 Ἀνατυπῶϲται: ἀντὶ τοῦ ἀνατρέψαι. Ἀντίμαχοϲ. καὶ Ἀνατύπωϲιϲ, διανόηϲιϲ. 2113 Ἄναυδοϲ: ἄφωνοϲ. καὶ Ἀναύδητον, ἄλεκτον, ἀπόρρητον, ἀνέλπιϲτον. κοὐδὲν ἀναύδητον φατίξαιμ᾿ ἄν. ὃϲ ἐπ’ αἰϲχύνηϲ τοῦ πάθουϲ περιρρεόμενοϲ δάκρυϲιν ἄναυδοϲ ἦν, ἐξειπεῖν αἰδούμενοϲ τὸ πάθοϲ. 2114 Ἀναυλεί: χωρὶϲ ναύλου. 2115 Ἀναυμαχίου· ὡϲ τοῦ μὴ ϲτρατεύεϲθαι καὶ τοῦ λείπειν τὴν τάξιν καὶ τοῦ τὰ ὅπλα ἀποβαλεῖν ζημίαι ἦϲαν ὡριϲμέναι ἐκ τῶν νόμων, οὕτω καὶ τοῦ ναυμαχῆϲαι. τοῦτο τὸ ὄφλημα ἀναυμαχίου ἐκαλεῖτο, ὡϲ Ἀνδοκίδηϲ. οὕτω δὲ δεῖ καὶ αὐτοὺϲ καὶ τοὺϲ ἐξ αὐτῶν ἀτίμουϲ εἶναι. 2116 Ἀναυϲία: τὸ μὴ ναυτιᾶν. 2117 Ἀναφαλαντίαν, οὐκ ἀναφάλαντον λέγουϲι, καὶ Ἀνάϲιλλον, τὸ αὐτό. 2118 Ἀναφανδόν: φανερῶϲ. 2119 Ἀναφαίνειϲ: φανερὰ ποιεῖϲ. 2120 Ἀναφαιρέτουϲ: μὴ ἀφαιρουμένουϲ. 2121 Ἀναφῆναι: ἐκφῆναι. 2122 Ἀναφλαϲμόν: τὰ Ἀφροδίϲια. Εὔπολιϲ Αὐτολύκῳ. καὶ Ἀναφλᾶν ἔλεγον τὸ μαλάττειν τὸ αἰδοῖον. 2123 Ἀναφλύϲτιοι• Ἀναφλύϲτιοϲ, δῆμοϲ Ἀττικῆϲ, τῆϲ Ἀντιοχίδοϲ· ἔνιοι μέντοι τῶν ἱϲτορικῶν ὡϲ πόλεωϲ τῆϲ Ἀναφλύϲτου μνημονεύουϲιν.