Ancient Greek
1.223 to 1.237
Suda, Suidae lexicon 1.223-237
Not analysed yet
223 Ἀγήνωρ: ὁ ἄγαν ἀνδρεῖοϲ, ἢ ἀγαϲτὸϲ ἐν ἀνδρείᾳ. ϲημαίνει δὲ καὶ τὸν ὑπερήφανον καὶ αὐθάδη. ἔϲτι δὲ καὶ κύριον ὄνομα. παρὰ τὸ ἄγαν τῇ ἠνορέῃ ὅ ἐϲτι τῇ ἀνδρείᾳ χρῆϲθαι. 224 Ἀγηοχώϲ: ἐνέγκαϲ. Ἄγω, ἄξω, ὁ παρακείμενοϲ ἦχα καὶ ὁ Ἀττικὸϲ ἄγηχα· καὶ ἐπειδὴ ὁ Ἀττικὸϲ παρακείμενοϲ θέλει ἔχειν ἐν τῆ δευτέρᾳ καὶ τρίτη ϲυλλαβῇ τὸ αὐτὸ ϲύμφωνον, πλεονάζει ἡ γο ϲυλλαβὴ καὶ γίνεται ἀγήγοχα, εἶτα πάλιν ἀποβολῇ τοῦ γ ἀγήοχα, ἡ μετοχὴ ὁ ἀγηοχώϲ. 225 Ἀγήραον: ἄφθαρτον. 226 Ἀγηρηναῖοι: ὄνομα ἔθνουϲ. 227 Ἀγήρω: τὰ μὴ γηρῶντα. καὶ ϲὺν τῷ ν ἀγήρων. οἱ δὲ ἄνευ τοῦ ν θηλυκόν φαϲιν εἶναι, οἱ δὲ τὸ μὲν ϲὺν τῷ ν τὴν αἰτιατικὴν δηλοῦν πτῶϲιν, τὸ δ᾿ ἄνευ τούτου, τὴν γενικήν τε καὶ δοτικήν. καὶ Ἀγήρωϲ, ὁ ἄφθαρτοϲ Ἀττικῶϲ· καὶ οὐδετέρωϲ Ἀγήρων. 228 Ἀγηϲαγόραϲ: ὄνομα κύριον. 229 Ἀγηϲίλαοϲ: ὄνομα κύριον. ἦν δὲ Λακεδαιμονίων ἐπιφανὴϲ καὶ γενναῖοϲ βαϲιλεὺϲ καὶ ᾄδετοι παρὰ πολλοῖϲ τῶν ῥητόρων. 230 Ἀγήταϲ: ὁ τῶν Αἰτωλῶν ϲτρατηγόϲ. 231 Ἀγητόϲ: ὁ θαυμαϲτόϲ. 232 Ἁγιάϲατε: προευτρεπίϲατε, κηρύξατε. 233 Ἁγιάϲαι: καρπῶϲαι, καῦϲαι ἁγίωϲ. 234 Ἁγίαϲμα: ὁ θεῖοϲ νεώϲ. Δαβίδ· ἐγενήθη Ἰουδαία ἁγίαϲμα αὐτοῦ. καὶ Ἁγιαϲτία, ἡ ἁγιωϲύνη. ἀγιϲτεία δὲ διφθόγγῳ. 235 Ἁγίζων: ἁγιάζων. βούθυτον ἑϲτίαν ἁγίζων ἵκου. καὶ Ἀγιαϲθέντων, ἀφιερωθέντων. καὶ Ἁγιάζω, αἰτιατικῇ. 236 Ἀγιναργεῖοϲ: ὄνομα κύριον. 237 Ἀγίνεον: ἔφερον. Ἀγινῶ γὰρ ὁ ἐνεϲτώϲ.