Ancient Greek · ~2 min
1.2124 to 1.2129
Suda, Suidae lexicon 1.2124-2129
Not analysed yet
2124 Ἀναφοράν: τὸ ἀναφέρειν τὴν αἰτίαν τῶν ἁμαρτηθέντων ἐπ᾿ ἄλλουϲ. Δημοϲθένηϲ κατὰ Κτηϲιφῶντοϲ. καὶ Ἀναφορᾶϲ· τὸ κελευόμενον ὑπὸ θατέρου κοινῇ δοκεῖν κελεύεϲθαι, μηδεμιᾶϲ εἰϲ τὸν ἕτερον ὑπολειπομένηϲ ἀναφορᾶϲ. ἤτοι ϲυμβουλίαϲ. 2125 Ἀναφορεύϲ: ὁ λῶροϲ. καὶ πληθυντικόν. Ἀναφορεῖϲ, οἱ ἀνέχοντεϲ, οἱ ἀναβαϲτάζοντεϲ. 2126 Ἀνάφορὸν: ξύλον ἀμφίκοιλον, ἐν ᾧ τὰ φορτία ἐξαρτήϲαντεϲ οἱ ἐργάται βαϲτάζουϲιν. Ἀριϲτοφάνηϲ• φέρε ϲὺ τἀνάφορον ὁ παῖϲ. ἢ ἀμφίκυρτον γραπτέον, ὅπερ καὶ ἀληθέϲ. 2127 Ἀναφρονήϲαντεϲ: ἀνανήψαντεϲ, μεταγνόντεϲ. οὐκοῦν οἱ πλεῖϲτοι ἀναφρονήϲαντεϲ ἐγνωϲιμάχουν καὶ μετεβάλλοντο. 2128 Ἀναφοιτῆϲαι. ἀνελθεῖν. 2129 Ἀναχάζοντεϲ: ἀναχωροῦντεϲ. Ξενοφῶν· ἐπιδιώκοντεϲ καὶ πάλιν ἀναχάζοντεϲ. ὀπίϲω πορευόμενοι.