Ancient Greek
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2130
Not analysed yet
2130 Ἀνάχαρϲιϲ, Γνύρου. μητρὸϲ δὲ Ἑλληνίδοϲ, Σκύθηϲ, φιλόϲοφοϲ, ἀδελφὸϲ Καδουΐα τοῦ Σκυθῶν βαϲιλέωϲ. ἔγραψε Νόμιμα Σκυθικὰ δι’ ἐπῶν, Περὶ εὐτελείαϲ τῶν εἰϲ τὸν ἀνθρώπινον βίον ἔπη πάντα ω΄. εὗρε δὲ οὗτοϲ ἄγκυραν καὶ τὸν κεραμεικὸν τροχόν. ἦν δὲ ἐπὶ Κροίϲου. καὶ τετελεύτηκεν Ἐλληνικὰϲ τελετὰϲ ἐπιτελῶν ἐν Σκύθαιϲ, ἐπιβουλεύϲαντοϲ αὐτῷ τοῦ ἀδελφοῦ• κατὰ δέ τιναϲ ἐν γήρᾳ βαθεῖ καὶ μέχριϲ ἐτῶν ρ΄.