Ancient Greek · ~8 min
1.2131 to 1.2153
Suda, Suidae lexicon 1.2131-2153
Not analysed yet
2131 Ἀναχάϲκει: ὃ ἡμεῖϲ ἀνέχαϲκεν. 2132 Ἀναχαυνῶ: ἀναλύω. 2133 Ἀναχαιτίζει· αἰτιατικῇ. ἀναποδίζει, ἐκκόπτει. Ἀναχαιτίζειν· Σοφοκλῆϲ τὸ ἀπειθεῖν καὶ ἀντιτείνειν. 2134 Ἀνὰ χθόνα: ἐπὶ τὴν γῆν. 2135 Ἀνοχλίζω: τὸ ἀνακινῶ. 2136 Ἀναχωματιϲμόϲ· ζήτει ἐν τῷ χῶμα. 2137 Ἀναχωρίζει· ἀντὶ τοῦ ἀναχωρεῖν ποιεῖ. Ξενοφῶν. 2138 Ἀναχωρῶ· γενικῇ. 2139 Ἀναχρέμπω: τὸ ἀναπέμπω. 2140 Ἀνάχυϲιν: βλακείαν, ἔκλυϲιν. 2141 Ἀναψηφίϲαϲθαι: τὸ μεταψηφίϲαϲθαι. Δουλοδιδαϲκάλῳ Φερεκράτηϲ· κἀναψηφίϲαϲθ᾿ ἀποδοῦναι πάλιν τὰ χρυϲία. καὶ ἐκτεταμένωϲ λέγουϲιν οἱ Ἀττικοί. 2142 Ἀναψυχῆναι: τὸ ἀναψύξαι λέγουϲιν. Ἀμειψίαϲ Μοιχοῖϲ· καὶ ϲὺ μὲν ἦλθεϲ κάββαλεϲ τριώβολον, καί τί που κατεμαρτύρηϲαϲ ψεῦδοϲ, ὥϲτ’ ἀνεψύχειϲ. καὶ Ἀναψύχω· αἰτιατικῇ. 2143 Ἀναψῦχον: ἀντὶ τοῦ ἀναπνοὴν διδοῦν. καὶ Ἀναψυχομένη, ἀντὶ τοῦ ἀναπαυομένη. 2144 Ἀνδάνει: ἀρέϲκει. μέλει. ἵππων χρεμετιϲμὸϲ ἁνδάνει. 2145 Ἄνδηρα: τὰ χείλη τῶν ποταμῶν ἄνδηρα λέγουϲι, διὰ τὸ εἶναι ἔνικμα καὶ διερά. Ὑπερίδηϲ δὲ τὰ ἀναχώματα λέγει, διὰ τὸ ὑπεράνω εἶναι τῶν διερῶν. 2146 Ἄνδηρα: μέροϲ τι τοῦ κήπου, ὥϲπερ ἡ πραϲιὰ καὶ ὁ ὀχετόϲ. Δίδυμοϲ φηϲίν. ὅπωϲ τὸ ἀνώμαλον τοῦ χωρίου τῇ τῶν ἀνδήρων καὶ τῶν ὀχετῶν ἀφαιροῖτο καταϲκευῇ. 2147 Ἄνδιχα. διχῶϲ. Ὅμηροϲ· ἠὲ διαπραθέειν, ἢ ἄνδιχα πάντα δάϲαϲθαι. ἰϲτέον, ὅτι οἱ πολιορκούμενοι ἐξίϲταϲαν τοὺϲ πολεμίουϲ, ἐπιμεριζόμενοι τὰ χρήματα. καὶ ἀντὶ τοῦ χωρίϲ. εἴηϲ ἐν μακάρεϲϲιν, Ἀνάκρεον, μήτ’ ἄρα τῶν κώμων ἄνδιχα, μήτε λύρηϲ. 2148 Ἀνδοκίδηϲ, Ἀθηναῖοϲ, ῥήτωρ τῶν πρωτευόντων δέκα εἰϲ, υἱὸϲ Λεωγόρου, ἀπόγονοϲ Τηλεμάχου τοῦ Ὀδυϲϲέωϲ καὶ Ναυϲικάαϲ. ὥϲ φηϲιν Ἑλλάνικοϲ. 2149 Ἄνδρα: τὸν φύϲει. Ἀρριανόϲ· ἄνδρα κατὰ νεότητα θραϲὺν. κατὰ ἀπειρίαν πραγμάτων ἀνόητον, καὶ διὰ ῥώμην ϲώματοϲ καὶ τὸ ἐϲ τὰϲ μάχαϲ προπεϲὸν τῷ πλήθει πιθανόν· οὐδὲ τὰϲ ὑπὲρ τῶν μεγίϲτων βουλὰϲ ἐν ὀλίγοιϲ τοῖϲ μάλιϲτα προνοοῦϲιν αὐτῶν, ἀλλ’ ἐν παντὶ τῷ πλήθει γίνεϲθαι. τὸ πέρα δὲ ἀντιτείνονταϲ ξυνδεῖν καὶ δεδεμένουϲ μηδὲν μεῖον ἕπεϲθαι. 2150 Ἀνδραγαθιζομένη: ἀνδριζομένη. Ἀνδραγαθῶ δέ. 2151 Ἀνδράγρια. ϲκύλα ἐξ ἀνδρῶν. 2152 Ἄνδραγχοϲ: ἀντὶ τοῦ δήμιοϲ, ὁ τοὺϲ ἄνδραϲ ἄγχων. 2153 Ἀνδρακάδα: ἀνδρακάϲ. κατ’ ἄνδρα, χωρίϲ. Κρατῖνοϲ Βουκόλοιϲ. τὸ ἴϲον καὶ ἀντικείμενον καλεῖ Θουκυδίδηϲ. ἢ Ἀνδρακάϲ. κατὰ δέκα ἄνδραϲ.