Ancient Greek · ~1 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2154
Not analysed yet
2154 Ἀνδραποδίζω. αἰτιατικῇ. τὰϲ ϲυνθήκαϲ ϲυνέχεον οἱ βάρβαροι τήν τε ὁμαιχμίαν ἐϲ τὸ φανερὸν ἀνδραποδίζονται. καὶ Ἀνδραποδιϲμόϲ, αἰχμαλωϲία. καὶ Ἀνδραποδιϲτήϲ. διαβάλλονται οἱ Θετταλοὶ ὡϲ ἀνδραποδιϲταὶ καὶ ἄπιϲτοι. δῆλον δὲ καὶ ἀπὸ Ἰάϲονοϲ, ὃϲ ἠνδραπόδιϲε τὴν Μήδειαν. Εὐριπίδηϲ· πολλοὶ παρῆϲαν, ἄλλ’ ἄπιϲτοι Θετταλοί. εἴρηται δὲ ἀνδραποδιϲτὴϲ παρὰ τὸ ἀποδίδοϲθαι ἄνδρα, τουτέϲτι πωλεῖν· ὁ τούϲ ἐλευθέρουϲ καταδουλούμενοϲ.