Ancient Greek · ~2 min
Book 1, Chapter A
Suda, Suidae lexicon 1.2155
Not analysed yet
2155 Ἀνδραποδοκάπηλοϲ: μεταβολεὺϲ ἀνδραπόδων. ἀνδράποδον δὲ εἴρηται ὁ ποῦϲ ὁ ἐν ἀνδράϲιν, ἀπὸ τοῦ ὑποκειμένου μέρουϲ τῷ ὅλῳ· ὑπόκειται γὰρ τῷ δεϲπότη ὁ οἰκέτηϲ, καθάπερ ὁ ποῦϲ τῷ ὅλῳ καὶ ἀνωτέρω ϲώματι. ὥϲπερ, οἶμαι, τὰ τῶν ἀνδραπόδων ἀπιϲτότερα ἐκ χρόνου καιροφυλακοῦντεϲ πολλοῦ δραπετεῦϲαι μὲν τῆι τῶν κεκτημένων χειρὸϲ, νέουϲ δέ τιναϲ καὶ ἀγνῶταϲ αὐτοῖϲ δεϲπόταϲ εὑρεῖν. Ἀνδραποδοκάπηλοϲ οὖν, ὁ ϲωματέμποροϲ· παρὰ τὸ καπηλεύειν τὰ ἀνδράποδα, ὅ ἐϲτι πιπράϲκειν.